ἀνθρωπότητι. Τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου· ἐξ οὗ λόγου ἡ ἀληθὴς τῆς ψυχῆς ὑγεία καὶ ἡ 1.11.96.3 ἀίδιος εὐκρασία περιγίνεται. Πάλαι μὲν οὖν διὰ Μωσέως ὁ λόγος ἐπαιδαγώγει, ἔπειτα καὶ διὰ προφητῶν· προφήτης δὲ καὶ ὁ Μωσῆς· ὁ γὰρ νόμος παιδαγωγία παίδων ἐστὶ δυσηνίων. Χορτασθέντες γοῦν, φησίν, ἀνέστησαν παίζειν, τὸ 1.11.97.1 ἄλογον τῆς τροφῆς πλήρωμα χόρτασμα, οὐ βρῶμα εἰπών. Ἐπεὶ δὲ ἀλόγως κορεσθέντες ἀλόγως ἔπαιζον, διὰ τοῦτο αὐτοῖς καὶ ὁ νόμος καὶ ὁ φόβος εἵπετο εἰς ἀνακοπὴν ἁμαρτημάτων καὶ προτροπὴν κατορθωμάτων, καταρτίζων εἰς εὐηκοΐαν αὐτοὺς τοῦ ἀληθοῦς παιδαγωγοῦ, τὴν εὐπείθειαν, εἷς καὶ ὁ αὐτὸς ὢν λόγος πρὸς τὸ κατεπεῖγον ἁρμοττόμενος· τὸν νόμον 1.11.97.2 δοθῆναι γάρ φησιν ὁ Παῦλος παιδαγωγὸν εἰς Χριστόν, ὡς ἐκ τούτου συμφανὲς εἶναι ἕνα μόνον ἀληθινόν, ἀγαθόν, δίκαιον, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ πατρὸς υἱὸν Ἰησοῦν, τὸν λόγον τοῦ θεοῦ, παιδαγωγὸν ἡμῶν εἶναι, ᾧ παρέδωκεν ἡμᾶς ὁ θεός, ὡς πατὴρ φιλόστοργος γνησίῳ παιδαγωγῷ παρακατατιθέμενος τὰ παιδία, διαρρήδην παραγγείλας ἡμῖν· οὗτός ἐστί 1.11.97.3 μου ὁ υἱὸς ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. Ἀξιόπιστος ὁ θεῖος παιδαγωγὸς τρισὶ τοῖς καλλίστοις κεκοσμημένος, ἐπιστήμῃ, εὐνοίᾳ, παρρησίᾳ· ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα· παρρησίᾳ δὲ ὅτι θεὸς καὶ δημιουργός, πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εὐνοίᾳ δὲ ὅτι μόνος ὑπὲρ ἡμῶν ἱερεῖον ἑαυτὸν ἐπιδέδωκεν, ὁ γὰρ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων καὶ δὴ ἔθηκεν. Εὔνοια δὲ οὐδὲν ἀλλ' ἢ βούλησίς ἐστιν ἀγαθοῦ τῷ πλησίον, αὐτοῦ χάριν ἐκείνου. 1.12.t.1 Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι. Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τὸν βίον ἡμῖν τὸν ἀληθινὸν ὑποτυπώσασθαι καὶ τὸν ἐν Χριστῷ παιδαγωγῆσαι ἄνθρωπον. Ἔστι δὲ ὁ χαρακτηρισμὸς οὐ φοβερὸς ἄγαν αὐτοῦ οὐδὲ ἔκλυτος κομιδῇ ὑπὸ χρηστότητος. Ἐντέλλεται δὲ ἅμα καὶ χαρακτηρίζει τὰς ἐντο1.12.98.2 λὰς ὡς ἡμᾶς αὐτὰς ἐκτελεῖν δύνασθαι. Καί μοι δοκεῖ αὐτὸς οὗτος πλάσαι μὲν τὸν ἄνθρωπον ἐκ χοός, ἀναγεννῆσαι δὲ ὕδατι, αὐξῆσαι δὲ πνεύματι, παιδαγωγῆσαι δὲ ῥήματι, εἰς υἱοθεσίαν καὶ σωτηρίαν ἁγίαις ἐντολαῖς κατευθύνων, ἵνα δὴ τὸν γηγενῆ εἰς ἅγιον καὶ ἐπουράνιον μεταπλάσας ἐκ προσβάσεως ἄνθρωπον, ἐκείνην τὴν θεϊκὴν μάλιστα πληρώσῃ φωνήν· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμῶν. 1.12.98.3 Καὶ δὴ γέγονεν ὁ Χριστὸς τοῦτο πλῆρες, ὅπερ εἴρηκεν ὁ θεός, ὁ δὲ ἄλλος ἄνθρωπος κατὰ μόνην νοεῖται τὴν εἰκόνα. Ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον· ἐνθένδε ἤδη τὴν ἐπουράνιον μελετῶντες πολιτείαν, καθ' ἣν ἐκθεούμεθα, τὸ ἀειθαλὲς εὐφροσύνης καὶ ἀκήρατον εὐωδίας ἐπαλειφώμεθα χρῖσμα, ἐναργὲς ὑπόδειγμα ἀφθαρσίας τὴν πολιτείαν ἔχοντες τοῦ κυρίου καὶ τὰ ἴχνη τοῦ θεοῦ διώκοντες· ᾧ μόνῳ προσήκει σκοπεῖν καὶ δὴ μέλει πῶς καὶ τίνα τρόπον 1.12.98.4 ὑγιεινότερος ἂν ὁ τῶν ἀνθρώπων βίος γένοιτο. Ἀλλὰ καὶ πρὸς αὐτάρκειαν τοῦ βίου καὶ ἀπεριττότητα ἔτι τε εὔζωνόν τε καὶ εὔλυτον ὁδοιπορικὴν ἑτοιμότητα εἰς ἀιδιότητα εὐζωίας παρασκευάζει, αὐτὸν αὑτοῦ ἕκαστον ἡμῶν ταμιεῖον εἶναι διδάσκων. Μὴ γὰρ μεριμνᾶτε, φησί, περὶ τῆς αὔριον, χρῆναι λέγων τὸν ἀπογεγραμμένον Χριστῷ αὐτάρκη καὶ αὐτοδιάκονον καὶ προσέτι ἐφήμερον