32
ριος τὸν Ἀβραάμή, ἵνα γνῷ εἰ ὑπομενεῖ. καὶ τὸ γεγραμμένον· «Κατα- βάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ«-καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἀγνοίας αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλε- πόν, ὑφ' ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· «Γινώ- σκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δου- λώσουσιν αὐτὸ καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύ- σονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ ἀποστρα- φήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.» τί δέ; οὐχὶ καὶ Μωυσῆς τὰ ἁμαρτήματα τοῦ λαοῦ προ- σημαίνει καὶ τὴν διασπορὰν τὴν εἰς τὰ ἔθνη προδηλοῖ; εἰ δὲ Μωυσῇ αὐτὸς δέδωκεν προγινώσκειν, πῶς αὐτὸς οὐκ εἶχεν; ἔχει δέ. εἰ δὲ ἔχει, ὥσπερ καὶ ἐδείξαμεν, περισσόν ἐστιν τὸ γεγραμμένον· «ἐνεθυμήθη» καὶ «μετεμελήθη» καὶ τὸ «καταβὰς ὄψομαι» καὶ ὅσα τοιαῦτα· ἅτινα πρὸ τοῦ γενέσθαι ὡς ἀποβαίνειν ἤμελλεν προγνωσθέντα, οἰκονομίᾳ σοφῇ ἀμεταμέλητον λαμβάνει τὴν ἔκβασιν. τὸ δὲ θυσιῶν αὐτὸν μὴ ὀρεχθῆ- ναι φαίνεται ἐκ τοῦ τοὺς ἐπιθυμήσαντας κρεῶν ἅμα τῷ γεύσασθαι ἀναι- ρεθῆναι καὶ χωσθέντας ἐπὶ τῷ. τάφῳ «βουνὸν ἐπιθυμιῶν» προσαγορευ- θῆναι. ὁ δὲ τὴν ἀρχὴν ἐπὶ θύσει ζσων χαλεπαίνων, θύεσθαι αὐτὰ μὴ θέλων, θυσίας ὡς ἐπιθυμῶν οὐ προσέτασσεν καὶ ἀπαρχὰς οὐκ ἀπῄτει· ἄνευ γὰρ θύσεως ζσων οὔτε θυσίαι τελοῦνται οὔτε ἀπαρχαὶ δοθῆναι δύ- νανται. πῶς δὲ σκότος καὶ γνόφος καὶ θύελλα συνεῖναι ἐδύνατο (καὶ γὰρ τοῦτο γέγραπται) τῷ καθαρὸν συστήσαντι οὐρανὸν καὶ φῶς φαίνειν δη- μιουργήσαντι τὸν ἥλιον καὶ πᾶσιν τοῖς ἀναριθμήτοις ἄστροις ἀμεταμέλητον ὁρίσαντι τῶν δρόμων τὴν τάξιν; οὕτως, ὦ Σίμων, τὸ τοῦ θεοῦ χειρό- γραφον (λέγω δὲ τὸν οὐρανόν) καθαρὰν καὶ βεβαίαν τὴν τοῦ πεποιηκότος δείκνυσιν γνώμην. οὕτως αἱ τοῦ τὸν οὐρανὸν κτίσαντος θεοῦ διάβο- λοι φωναὶ καὶ ὑπὸ τῶν σὺν αὐταῖς ἐναντίων φωνῶν ἀκυροῦνται καὶ ὑπὸ τῆς κτίσεως ἐλέγχονται· οὐ γὰρ ὑπὸ χειρὸς προφητικῆς ἐγράφησαν, διὸ καὶ τῇ τοῦ τὰ πάντα κτίσαντος θεοῦ χειρὶ ἐναντίαι φαίνονται. καὶ ὁ Σίμων ἔφη· Πῶς τοῦτο ἀποδεῖξαι δύνῃ; καὶ ὁ Πέτρος· Ὁ τοῦ θεοῦ νόμος διὰ Μωυσέως ἑβδομήκοντα σοφοῖς ἀνδράσιν ἀγράφως ἐδόθη πα- ραδίδοσθαι, ἵνα τῇ διαδοχῇ πολιτεύεσθαι δύνηται, μετὰ δὲ τὴν Μωυσέως ἀνάληψιν ἐγράφη ὑπό τινος, οὐ μὴν ὑπὸ Μωυσέως· ἐν αὐτῷ γὰρ τῷ νό- μῳ γέγραπται· «Καὶ ἀπέθανεν Μωυσῆς καὶ ἔθαψαν αὐτὸν ἐγγὺς οἴκου Φογόρ, καὶ οὐδεὶς οἶδεν τὴν ταφὴν αὐτοῦ ἕως τῆς σήμερον». οἷόν τε ἦν ἀποθανόντα Μωυσῆν γράφειν· «Ἀπέθανεν Μωυσῆς»; ἐπεὶ ἐν τῷ μετὰ Μωυσέα χρόνῳ (ὥς γε ἔτη που πεντακόσια ἢ καὶ πρός) ἐν τῷ κτισθέντι ναῷ κείμενος εὑρίσκεται, καὶ μεθ' ἕτερά που πεντακόσια ἔτη φέρε- ται καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ οὕτως ἐνπρησθεὶς ἀπόλλυται. καὶ ὅμως μετὰ Μωυσῆν γραφεὶς καὶ πολλάκις ἀπολωλὼς τὴν τοῦ Μωυσέως