1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

32

Βουλγαρίας, ὥστε καὶ σύντεκνον αὐτὸν ἐποίησεν. Μετὰ δὲ τὸν καιρόν, ὃν αὐτὸς ὁ κύρις Λέων ἐβασίλευσεν, παρεγένετο ὁ τότε εἰς τὸ ∆υρράχιον στρατηγῶν, ὁ πρωτοσπαθάριος Λέων ὁ Ῥαβδοῦχος, ὁ μετὰ τοῦτο μάγιστρος τιμηθεὶς καὶ λογοθέτης τοῦ δρόμου, εἰς Παγανίαν, τὴν τότε παρὰ τοῦ ἄρχοντος Σερβλίας διακρατουμένην, πρὸς τὸ βουλευθῆναι καὶ συντυχεῖν τῷ αὐτῷ ἄρχοντι Πέτρῳ περί τινος δουλείας καὶ ὑποθέσεως. Ζηλοτυπήσας δὲ πρὸς τοῦτο Μιχαήλ, ὁ ἄρχων τῶν Ζαχλούμων, ἐμήνυσεν Συμεών, τῷ Βουλγάρων ἄρχοντι, ὅτι ὁ βασιλεὺς Ῥωμαίων δεξιοῦται διὰ δώρων τὸν ἄρχοντα Πέτρον πρὸς τὸ συνεπαρεῖν τοὺς Τούρκους καὶ ἐπελθεῖν κατὰ Βουλγαρίας. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον καὶ πόλεμος εἰς Ἀχελὼν μεταξὺ τῶν Ῥωμαίων καὶ τῶν Βουλγάρων. Ἐμμανὴς οὖνἐν τούτῳ γενόμενος Συμεὼν κατὰ τοῦ ἄρχοντος Σερβλίας, Πέτρου, ἀπέστειλε τὸν Σιγρίτζη Θεόδωρον καὶ τὸν Μαρμαὴν ἐκεῖνον μετὰ φοσσάτου, ἔχοντας καὶ ἀρχοντόπουλον Παῦλον, τὸν υἱὸν Βράνου, ὃν ὁ Πέτρος, ὁ ἄρχων Σερβλίας ἐτύφλωσεν. ∆όλῳ οὖν ἐπελθόντες οἱ Βούλγαροι πρὸς τὸν ἄρχοντα Σερβλίας καὶ συντεκνίαν μετ' αὐτοῦ ποιησάμενοι καὶ ὅρκῳ βεβαιώσαντες μὴ παθεῖν τι παρ' αὐτῶν ἐναντίον, ἠπάτησαν αὐτὸν ἐξελθεῖν πρὸς αὐτούς, ὃν καὶ πάραυτα δεσμήσαντες εἰσήγαγον ἐν Βουλγαρίᾳ, καὶ ἀποθνήσκει ἐν φυλακῇ. Εἰσῆλθεν δὲ ἀντ' αὐτοῦ Παῦλος, ὁ υἱὸς Βράνου, καὶ ἐκράτησεν ἔτη τρία. Ὁ δὲ βασιλεύς, ὁ κύρις Ῥωμανὸς ἔχων ἀρχοντόπουλον ἐν τῇ πόλει Ζαχαρίαν, τὸν υἱὸν Πριβεσθλάβου, τοῦ ἄρχοντος Σερβλίας, ἀπέστειλε πρὸς τὸ γενέσθαι ἄρχοντα ἐν Σερβλίᾳ, ἀλλὰ ἀπελθὼν καὶ πολεμήσας, ἡττήθη παρὰ τοῦ Παύλου· κρατήσας γὰρ αὐτὸν παρέδωκεν τοῖς Βουλγάροις, καὶ ἐκρατεῖτο δέσμιος. Εἶτα μετὰ χρόνους τρεῖς, τοῦ Παύλου ἐναντιωθέντος τοῖς Βουλγάροις, ἀπέστειλεν τὸν Ζαχαρίαν, τὸν πρότερον παρὰ τοῦ κυροῦ Ῥωμανοῦ τοῦ βασιλέως ἀποσταλέντα, καὶ διώξας τὸν Παῦλον, ἐκράτησεν αὐτὸς τὴν ἀρχὴν τῶν Σέρβλων, ὅστις πάραυτα τῶν εὐεργεσιῶν τοῦ βασιλέως Ῥωμαίων ἐπιμνησθείς, ἐγένετο κατὰ τῶν Βουλγάρων, μηδ' ὅλως θελήσας ὑποταγῆναι αὐτοῖς, ἀλλ' ὑπὸ τοῦ βασιλέως μᾶλλον Ῥωμαίων δεσπόζεσθαι. Ὥστε καὶ τοῦ Συμεὼν φοσσᾶτον κατ' αὐτοῦ ἀποστείλαντος διὰ τοῦ Μαρμαὴμ καὶ τοῦ Σιγρίτζη {καὶ} Θεοδώρου, ὧν καὶ τὰς κεφαλὰς καὶ ἄρματα ἐκ τοῦ πολέμου ἀπέστειλε πρὸς τὸν βασιλέα Ῥωμαίων ἐπινίκια (ἔτι γὰρ μεταξὺ Ῥωμαίων καὶ τῶν Βουλγάρων μάχη ἦν), οὐδέποτε δὲ ἐπαύσατο, καθὼς καὶ οἱ πρὸ αὐτοῦ ἄρχοντες, ἀποστέλλων πρὸς τοὺς βασιλεῖς Ῥωμαίων, καὶ ὑποτασσόμενος καὶ δουλεύων αὐτοῖς. Πάλιν δὲ ἀπέστειλεν ἕτερον φοσσᾶτον ὁ Συμεὼν διὰ τοῦ Κνήνου καὶ τοῦ Ἡμνήκου καὶ τοῦ Ἠτζβόκλια κατὰ τοῦ ἄρχοντος Ζαχαρίου, συναποστείλας μετ' αὐτῶν καὶ Τζεέσθλαβον. Τότε ὁ μὲν Ζαχαρίας φοβηθεὶς φεύγει ἐν Χρωβατίᾳ, οἱ δὲ Βούλγαροι μηνύσαντες τοῖς ζουπάνοις ἐλθεῖν πρὸς αὐτοὺς καὶ παραλαβεῖν ἄρχοντα τὸν Τζεέσθλαβον καὶ δι' ὅρκου τούτους ἀπατήσαντες καὶ ἐξαγαγόντες μέχρι {τῷ} τοῦ πρώτου χωρίου καὶ πάραυτα δεσμήσαντες αὐτούς, εἰσῆλθον ἐν Σερβλίᾳ καὶ συνεπῆραν τὸν ἅπαντα λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ εἰσήγαγον ἕως Βουλγαρίας, τινὲς δὲ ἀποδράσαντες εἰσῆλθον καὶ ἐν Χρωβατίᾳ, καὶ ἔμεινεν ἡ χώρα ἔρημος. Κατὰ τὸν καιρὸν οὖν ἐκεῖνον εἰσῆλθον οἱ αὐτοὶ Βούλγαροι εἰς Χρωβατίαν μετὰ τοῦ Ἀλογοβότουρ τοῦ πολεμῆσαι, καὶ ἐσφάγησαν πάντες ἐκεῖσε παρὰ τῶν Χρωβάτων. Μετὰ δὲ χρόνους ἑπτὰ ἀπὸ τῶν Βουλγάρων φυγὼν ὁ Τζεέσθλαβος μετὰ καὶ ἑτέρων τεσσάρων, ἀπὸ Περσθλάβου εἰσῆλθεν ἐν Σερβλίᾳ, οὐχ εὗρεν δὲ εἰς τὴν χώραν, εἰ μὴ πεντήκοντα μόνους ἄνδρας μήτε γυναῖκας ἔχοντας, μήτε παιδία, ἀλλὰ κυνηγοῦντας, καὶ διατρεφομένους. Μετὰ τούτων κρατήσας τὴν χώραν, ἐμήνυσεν πρὸς τὸν βασιλέα Ῥωμαίων, τὴν ἐξ αὐτοῦ ἀντίληψιν καὶ βοήθειαν ἐπιζητῶν, ὑπισχνούμενος, δουλεύειν καὶ ὑπείκειν τῇ προστάξει αὐτοῦ, καθὼς καὶ οἱ πρὸς αὐτοῦ ἄρχοντες. Καὶ ἔκτοτε οὐ διέλιπεν ὁ τῶν Ῥωμαίων βασιλεὺς εὐεργετῶν αὐτόν, ὥστε καὶ οἱ εἰς Χρωβατίαν καὶ Βουλγαρίαν καὶ ἐν ταῖς λοιπαῖς χώραις διάγοντες