1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

32

Καὶ νῦν κλίνω γόνυ καρδίας μου, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω· ἀλλ' αἰτοῦμαι δεόμενός σου· ἄνες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου· καὶ αἰνέσω σε διαπαντὸς ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς μου, ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.» Καὶ ἐπήκουσεν Κύριος τῆς φωνῆς αὐτοῦ καὶ ᾠκτείρη σεν αὐτόν· καὶ ἐγένετο περὶ αὐτὸν φλὸξ πυρός, καὶ ἐτάκησαν πάντα τὰ περὶ αὐτὸν σίδηρα, καὶ ἰάσατο Κύριος τὸν Μανασσῆν ἐκ τῆς θλίψεως αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ. Καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος ὁ Θεὸς αὐτός ἐστιν Θεὸς μόνος, καὶ ἐλάτρευσεν μόνῳ Κυρίῳ τῷ Θεῷ ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ ἐλογίσθη δίκαιος. Καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἱερουσαλήμ, καὶ ἐξέβαλεν ἔξω τῆς πόλεως· καὶ κατώρθωσε τὸ θυσια στήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπ' αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν Μανασσῆς τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ μετὰ τῶν πατέρων αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε ὁ πατὴρ αὐτοῦ ἐν πρώτοις, καὶ παρώξυνεν Κύριον τὸν Θεὸν αὐτοῦ». Ἠκούσατε, τέκνα ποθητὰ ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς τὸν εἰδώλοις προσανασχόντα καὶ πολλοὺς ἀθώους φονεύσαντα, βραχέως τιμωρησάμενος, μεταγνόντα προσε λάβετο, καὶ ἀφεὶς αὐτῷ τὰ πλημμελήματα ἐπέστρεψεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ· οὐ μόνον γὰρ ἀφίησιν τοῖς μετανοοῦσιν, ἀλλὰ καὶ εἰς τὴν προτέραν ἀξίαν αὐτοὺς ἐπανάγει. Μείζων εἰδωλολατρείας οὐκ ἔστιν ἁμαρτία, εἰς Θεὸν γάρ ἐστιν δυσσέβεια· ἀλλ' ὅμως καὶ αὐτὴ διὰ γνησίας μετανοίας συγκεχώρηται. Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνῃ, πειράζων τὸν Θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει, κἂν λέγῃ παρ' ἑαυτῷ· «Ὅσιά μοι γένοιτο, ὅτι