Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μὲν δικαίου ὁ Κύριος, τοῦ δὲ ἁμαρ τωλοῦ ὁ διάβολος. [Θεὸς γὰρ φύσει καὶ ζωὴ, καὶ ζωοποιὸς, ἐζωοποίησε τὸν ἑαυτοῦ ναὸν, οὐχ ἑαυτῷ τὸ χρῆμα κατορθῶν, ἀλλ' εἰς ὅλην τοῦ ἀνθρώπου παραπέμπων τὴν φύσιν ὃ ἐντεῦθεν ἀγαθόν. Οὐκ ἠγνόησε τοίνυν τὴν ὁδὸν τῆς ζωῆς, καίτοι τοῦ προπάτορος Ἀδὰμ ἠγνοηκότος αὐτήν.] Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. (C f. 27.) ∆ιὰ τὸ, "Κάθου ἐκ δεξιῶν μου," καὶ τὸ κεκαθηκέναι μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τοῦ Πατρὸς τῆς μεγαλοσύνης· πῶς οὖν ὁ Υἱὸς λέγει· "Προωρώ μην τὸν Κύριον ἐκ δεξιῶν μου διὰ παντὸς," τὸν Πα τέρα δηλῶν; Οὐκοῦν δεξιὸς τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, κατὰ τὸ, "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Ἔοικε δὲ τὸ πρῶτον κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι· καθ' ὃ γὰρ Θεὸς, οὐ σα λεύεται. Οὐκ ἄψυχος δὲ ἡ σὰρξ αὐτοῦ· οὐ γὰρ αὐτῆς τὸ λέγειν ἐκ δεξιῶν ἔχειν τὸν Θεὸν καὶ προορᾷν αὐ τὸν διὰ παντὸς, ἵνα μὴ ἁμαρτάνῃ. Κίνησιν γὰρ ἁμαρ τικὴν τὸ σαλευθῆναι δηλοῖ. Μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δε ξιᾷ σου εἰς τέλος. (B f. 54.) Ἦν οὖν ἄρα πρέπον τε ἐοικῶς τῷ τῶν ὅλων ∆ημιουργῷ, καὶ Κυρίῳ, καὶ Θεῷ τὸ ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι τῶν, αὐτοῦ κτισμάτων ἀναμορφου μένων ἐπὶ τὸ ἄμεινον, καὶ εἰς ὅπερ ἦσαν ἐν ἀρχαῖς ἀναστοιχειουμένων παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τοῦ Υἱοῦ· ὥσπερ γὰρ δι' αὐτοῦ τὰ πάντα παρ ήχθη πρὸς γένεσιν, δι' αὐτοῦ τὴν εἰς τὰ ἀμείνω δέχεται διασκευήν. (C f. 28.) ∆εξιὰ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ὡραῖος, τερπνότητα τῆς σαρκὸς αὐτοῦ· ὃς τὴν ἄμορφον καὶ ἀκαλλῆ φύσιν ὑψώσας, ἐν δεξιᾷ τοῦ Πατρὸς θεώσει Θεὸν ἐκάθησεν.
ΨΑΛΜΟΣ Ιςʹ.
Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου. (A f. 91 b) ∆ικαιοσύνην ἐνταῦθα οὐ τὴν
τελείαν ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ ∆αβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ' ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ' ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακου σθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ' ἔκειτο μέχρι και ροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπό στολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· "Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·" οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς ἀληθινῆς καὶ πνευματικῆς, καθ' ἣν καὶ διαβιοῦν ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν. Αὐτῷ δὲ 69.816 τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· "Εἰσάκουσον δικαιοσύνης μου·" αὐτὸς γὰρ ἁμαρ τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Ἐκ προσώπου σου τὸ κρῖμά μου. Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ' ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρι σίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑ ρέθη ἐν ἐμοὶ ἀδικία. (C f. 28 b.) Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεως κείμενον. Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προ ϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου (C f. 29.) Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· "Γενηθήτω ἐπ' ἄνδρα δεξιᾶς μου·" Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. (A f. 49.) Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς,