διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπεριττολογοῦσιν οἱ διεναντίας, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀσυνετώτατα κιβδηλεύοντες, οἴονται τάχα που καὶ ἐπαίνου μεστὴν ποιεῖσθαι † την ενωσιν †. Ἐδόκει μὲν γάρ πως προστρίβεσθαί τινα μῶμον 767 αὐτῷ τὸ καὶ ὅλως ἑλέσθαι σαρκὶ παθεῖν, ἀλλ' ἦν ἑτέρως εὐκλεές. Ὅτι γάρ ἐστι θανάτου κρείττων καὶ φθορᾶς, ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, μεμαρτύρηκεν ἡ ἀνάστασις· ἐγήγερκε γὰρ τὸν ἑαυτοῦ ναόν. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. Καὶ πάλιν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός, μέλλων ἀναβαίνειν ἐπὶ τὸ σωτήριον πάθος· Νῦν ἐδοξάσθη, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῦτο οὐκ εἰς μακράν, ἀλλ' οἷον εὐθὺς καὶ κατὰ πόδας τοῦ παθεῖν. {Β} Καίτοι φησὶν ὁ πάνσοφος Παῦλος· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Εἶτα πῶς αὐτὸν ἀσθενῆσαι φαίη τις ἂν τὸν Λόγον, καὶ μὴν καὶ ἐκ δυνάμεως ζῆσαι Θεοῦ; {Α} Οὐ γὰρ ἄνω τε καὶ κάτω τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε γενέσθαι καὶ ἐνανθρωπῆσαί φαμεν; {Β} Ναί. Πῶς γὰρ οὔ; {Α} Οὐκοῦν, ὁ ἀσθενήσας σαρκί, καθὸ πέφηνεν ἄνθρωπος, ἔζησεν οὗτος ἐκ δυνάμεως Θεοῦ, καὶ οὐκ ἀλλοτρίας μᾶλλον, ἀλλὰ τῆς ἐνούσης αὐτῷ. Θεὸς γὰρ ἦν ἐν σαρκί. {Β} Καὶ μὴν ὁ Πατὴρ αὐτὸν ἀναστῆσαι λέγεται· γέγραπται γὰρ ὅτι Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου. {Α} Ἀλλ' αὐτὸν εἶναί φαμεν τὴν ζωοποιὸν δύναμιν τοῦ Πατρός, καὶ τοῖς τοῦ τεκόντος ἀξιώμασιν <φυσικῶς> ἐναβρύνεσθαι, καὶ εἰ γέγονε σάρξ, καὶ αὐτομάρτυς αὐτὸς εἰσβήσεται λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ τοῦτο ἀμογητὶ κατορθοῦν εὖ μάλα δυνάμενος, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πλὴν ὁ ἀναστὰς κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός, ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ 768 παντὸς ὀνόματος ὀνομαζομένου. Ἆρ' οὖν ὡς ἕτερος ὢν Υἱὸς παρὰ τὸν ἐξ αὐτοῦ φύντα Λόγον, ψιλῇ συναφείᾳ τετιμημένος, καὶ ἐν χάριτος μοίρᾳ τὸ τῆς θεότητος ὄνομα λαχών, ἢ μᾶλλον αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος οἰκονομικῶς; {Β} Φαῖεν ἂν ἴσως αὐτοὶ τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον, ᾧπερ ἂν πρέποι καὶ τὸ παθεῖν τὸν θάνατον. {Α} Ἀλλὰ τὸ ἰσότιμόν τινι γενέσθαι λεγόμενον εἴη ἂν οὐχ ἓν μᾶλλον τῷ ἀριθμῷ, καθάπερ ἤδη προεῖπον, ἀλλ' ἓν μεθ' ἑνός. ∆ύο δὲ οἶμαι ταυτί, καὶ ἀνισομέτρως ἔχοντα κατὰ φύσιν, εἴπερ ἐστὶν ἐν μειώσει τοῦ τιμῶντος τὸ τιμώμενον. Ἐπειδὴ δὲ εἷς κεκάθικεν Υἱός, διδασκόντων αὐτοὶ τίς τοῖς ἀνωτάτω τετίμηται θάκοις, καὶ συνεδρεύει τῷ Πατρὶ εἰ καὶ ὅτι μάλιστα τῶν ἄγαν σφαλερωτάτων εἴη ἂν τὸ ἀνακομίζειν ἀποτολμᾶν εἰς ἰσοτιμίαν τῷ ∆εσπότῃ τὸ δοῦλον, τῷ Κτίστῃ τὸ ποιηθέν, τῷ βασιλεῖ τῶν ὅλων τὸ ὑπὸ ζυγόν, τῷ πάντων ἐπέκεινα τὸ ἐν πᾶσι τελοῦν. {Β} Σαφηνιεῖς οὖν ἄρα τοῦτο ἡμῖν [εἰσέτι]. {Α} Καίτοι, καθάπερ ἐγᾦμαι, σαφὴς καὶ ἀποχρῶν ὁ ἐπ' αὐτοῖς δὴ τούτοις ἡμῖν ἐκπεπόνηται λόγος, ὄκνου δὲ δίχα παντὸς προσθείην ἂν οἷς ἔφην