αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λόγου καὶ ἀλογίας, στῆθος δὲ θυμόν, γαστέρα δὲ τὴν ἐπιθυμίαν, σκέλη δὲ καὶ πόδας τὴν φύσιν ἐλέγομεν τοῖς τῶν μερῶν ὀνόμασι τῶν δυνάμεων συμβόλοις χρώμενοι, πολλῷ γε μᾶλλον ἐπὶ τοῦ πάντων ἐπέκεινα τὴν ἑτερότητα τῶν μορφῶν καὶ τῶν σχημάτων ἱεραῖς καὶ θεοπρεπέσι καὶ μυστικαῖς ἀναπτύξεσιν ἀνακαθαίρεσθαι χρή. Καὶ εἰ βούλει τὰ τριττὰ τῶν σωμάτων σχήματα τῷ ἀναφεῖ καὶ ἀσχηματίστῳ θεῷ περιάψαι, «πλάτος» μὲν θεῖον ῥητέον τὴν ὑπερευρεῖαν ἐπὶ πάντα τοῦ θεοῦ πρόοδον, «μῆκος» δὲ τὴν ὑπερεκτεινομένην τὰ ὅλα δύναμιν, «βάθος» δὲ τὴν πᾶσι τοῖς οὖσιν ἀπερίληπτον κρυφιότητα καὶ ἀγνωσίαν. Ἀλλ' ὅπως μὴ λάθωμεν ἑαυτοὺς ἐκ τῆς τῶν ἑτεροίων σχημάτων καὶ μορφῶν ἀναπτύξεως τὰς ἀσωμάτους θεωνυμίας ταῖς διὰ συμβόλων αἰσθητῶν συμφύροντες, διὸ περὶ μὲν τούτων ἐν τῇ Συμβολικῇ θεολογίᾳ. Νῦν δὲ αὐτὸ τὴν θείαν ἑτερότητα μὴ ἀλλοίωσίν τινα τῆς ὑπερατρέπτου ταὐτότητος ὑποπτεύσωμεν, ἀλλὰ τὸν ἑνιαῖον αὐτοῦ πολυπλασιασμὸν καὶ τὰς μονοειδεῖς τῆς ἐπὶ πάντα πολυγονίας προόδους. <6> Ὅμοιον δὲ τὸν θεὸν εἰ μὲν ὡς ταὐτὸν εἴποι τις, ὡς ὅλον διόλου ἑαυτῷ μονίμως καὶ ἀμερίστως ὄντα ὅμοιον, οὐκ ἀτιμαστέον ἡμῖν τὴν τοῦ ὁμοίου θεωνυμίαν. Oἱ δὲ θεολόγοι τὸν ὑπὲρ πάντα θεόν, ᾗ αὐτός, οὐδενί φασιν εἶναι ὅμοιον, αὐτὸν δὲ ὁμοιότητα θείαν δωρεῖσθαι τοῖς ἐπ' αὐτὸν ἐπιστρεφομένοις τῇ κατὰ δύναμιν μιμήσει τὸν ὑπὲρ πάντα καὶ ὅρον καὶ λόγον. Καὶ ἔστιν ἡ τῆς θείας ὁμοιότητος δύναμις ἡ τὰ παραγόμενα πάντα πρὸς τὸ αἴτιον ἐπιστρέφουσα. Ταῦτα γοῦν ῥητέον ὅμοια θεῷ καὶ κατὰ θείαν εἰκόνα καὶ ὁμοίωσιν, οὐδὲ γὰρ αὐτοῖς τὸν θεὸν ὅμοιον, ὅτι μηδὲ ἄνθρωπος τῇ ἰδίᾳ εἰκόνι ὅμοιος. Ἐπὶ μὲν γὰρ τῶν ὁμοταγῶν δυνατὸν καὶ ὅμοια αὐτὰ ἀλλήλοις εἶναι καὶ ἀντιστρέφειν ἐφ' ἑκάτερα τὴν ὁμοιότητα καὶ εἶναι ἄμφω ἀλλήλοις ὅμοια κατὰ προηγούμενον ὁμοίου εἶδος, ἐπὶ δὲ τοῦ αἰτίου καὶ τῶν αἰτιατῶν οὐκ ἀποδεξόμεθα τὴν ἀντιστροφήν. Oὐ γὰρ μόνοις τοῖσδε ἢ τοῖσδε τὸ ὁμοίοις εἶναι δωρεῖται, πᾶσι δὲ τοῖς ὁμοιότητος μετέχουσι τοῦ εἶναι ὁμοίοις ὁ θεὸς αἴτιος γίγνεται καὶ ἔστι καὶ αὐτῆς τῆς αὐτοομοιότητος ὑποστάτης. Καὶ τὸ ἐν πᾶσιν ὅμοιον ἴχνει τινὶ τῆς θείας ὁμοιότητος ὅμοιόν ἐστι καὶ τὴν ἕνωσιν αὐτῶν συμπληροῖ. <7> Καὶ τί δεῖ περὶ τούτου λέγειν; Aὐτὴ γὰρ ἡ θεολογία τὸ ἀνόμοιον αὐτὸν εἶναι πρεσβεύει καὶ τοῖς πᾶσιν ἀσύντακτον ὡς πάντων ἕτερον καὶ τὸ δὴ παραδοξότερον, ὅτι μηδὲ εἶναί τι ὅμοιον αὐτῷ φησιν. Καίτοι οὐκ ἐναντίος ὁ λόγος τῇ πρὸς αὐτὸν ὁμοιότητι. Τὰ γὰρ αὐτὰ καὶ ὅμοια θεῷ καὶ ἀνόμοια, τὸ μὲν κατὰ τὴν ἐνδεχομένην τοῦ ἀμιμήτου μίμησιν, τὸ δὲ κατὰ τὸ ἀποδέον τῶν αἰτιατῶν τοῦ αἰτίου καὶ μέτροις ἀπείροις καὶ ἀσυγκρίτοις ἀπολειπόμενον. <8> Τί δὲ καὶ περὶ τῆς θείας στάσεως ἤτοι καθέδρας φαμέν; Τί δὲ ἄλλο γε παρὰ τὸ μένειν αὐτὸν ἐν ἑαυτῷ τὸν θεὸν καὶ ἐν ἀκινήτῳ ταὐτότητι μονίμως πεπηγέναι καὶ ὑπεριδρῦσθαι καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ περὶ τὸ αὐτὸ καὶ ὡσαύτως ἐνεργεῖν καὶ κατὰ τὸ ἀμετάστατον αὐτὸν ἐξ ἑαυτοῦ πάντως ὑπάρχειν καὶ κατὰ τὸ ἀμετακίνητον αὐτὸ καὶ ὁλικῶς ἀκίνητον καὶ ταῦτα ὑπερουσίως. Aὐτὸς γάρ ἐστιν ὁ τῆς πάντων στάσεως καὶ ἕδρας αἴτιος, ὁ ὑπὲρ πᾶσαν ἕδραν καὶ στάσιν καὶ «ἐν αὐτῷ πάντα συνέστηκεν» ἐκ τῆς τῶν οἰκείων ἀγαθῶν στάσεως ἀσάλευτα ιαφυλαττόμενα. <9> Τί δέ, καὶ ὅταν αὖθις οἱ θεολόγοι καὶ ἐπὶ πάντα προϊόντα καὶ κινούμενόν φασι τὸν ἀκίνητον; Oὐ θεοπρεπῶς καὶ τοῦτο νοητέον; Κινεῖσθαι γὰρ αὐτὸν εὐσεβῶς οἰητέον οὐ κατὰ φορὰν ἢ ἀλλοίωσιν ἢ ἑτεροίωσιν ἢ τροπὴν ἢ τοπικὴν κίνησιν, οὐ τὴν εὐθεῖαν, οὐ τὴν κυκλοφορικήν, οὐ τὴν ἐξ ἀμφοῖν, οὐ τὴν νοητήν, οὐ τὴν ψυχικήν, οὐ τὴν φυσικήν, ἀλλὰ τὸ εἰς οὐσίαν ἄγειν τὸν θεὸν καὶ συνέχειν τὰ πάντα καὶ παντοίως πάντων προνοεῖν καὶ τὸ παρεῖναι πᾶσι τῇ πάντων ἀσχέτῳ περιοχῇ καὶ ταῖς ἐπὶ τὰ ὄντα πάντα προνοητικαῖς προόδοις καὶ ἐνεργείαις. Ἀλλὰ καὶ κινήσεις θεοῦ τοῦ ἀκινήτου θεοπρεπῶς τῷ λόγῳ συγχωρητέον ὑμνῆσαι. Καὶ τὸ μὲν εὐθὺ τὸ ἀκλινὲς νοητέον καὶ τὴν ἀπαρέγκλιτον πρόοδον τῶν ἐνεργειῶν καὶ τὴν ἐξ αὐτοῦ τῶν ὅλων γένεσιν, τὸ δὲ ἑλικοειδὲς τὴν σταθερὰν πρόοδον καὶ τὴν γόνιμον στάσιν, τὸ δὲ κατὰ κύκλον τὸ ταὐτὸν καὶ τὸ τὰ μέσα καὶ ἄκρα, περιέχοντα καὶ περιεχόμενα συνέχειν καὶ τὴν εἰς