γίνεται, ὅθεν καὶ ὁ Μούλιος, καὶ δηλοῖ τὸν ὁρμητικόν. ἐπὶ μέντοι τοῦ κατὰ μάχην μώλου ἄλλος λόγος ἐκτείνει τὴν παραλήγουσαν. (ῃ. 270) Τὸ δὲ «φορῆναι» ὡς ἐκ τοῦ φοραίνω ἢ φόρημι γίνεται, προείρηται, ἄτριπτον δέ ἐστι γραφῇ πεζῇ. συνηθέστερον δὲ αὐτοῦ τὸ φορεῖν καὶ ἔτι πλέον τὸ φέρειν, ἐξ οὗ φορά καὶ φόρος καὶ φορός, ἀφ' ὧν τὸ φορῶ, οὐκ ἐκτεῖνον οὐδ' αὐτὸ τὴν ἄρχουσαν, ὥσπερ οὐδὲ τὸ τρέμω τρόμος τρομῶ, ἐξ οὗ τὸ τρομέοντο, κατὰ τὸ τρέπω τρόπος τρωπῶ, στρέφω στρόφος στρωφῶ διὰ τὸ μηδὲ αὐτὸ συζυγίας δευτέρας εἶναι. Ἔτι τὸ μὲν φορῆναι μονάζει καὶ οὐκ ἔχει συστοιχίαν τινά, τὸ δὲ φέρειν εἰς πλάτος κινεῖται μόνον κατὰ ἐνεστῶτας καὶ παρατατικούς, βάθος δὲ οὐκ ἔχει οὐδέν, ὅτι μηδὲ μέλλοντα. Τὸ δὲ φορῶ τὸ καὶ ἐπὶ ἐνδύσεως καὶ βαστάγματος πολυκίνητόν ἐστι. ἔχει γὰρ καὶ μέλλοντα, ἐξ οὗ ἐν τοῖς ἑξῆς τὸ «οἷα ὅπλα οὐδεὶς ὤμοισι φόρησε», καὶ παρακείμενον ἐνεργητικόν, καὶ σύνθετα 3.67 ῥήματα τὸ συμφορεῖν ἀντὶ τοῦ συνάγειν καὶ τὸ παραφορεῖν χάλικας ἀντὶ τοῦ παρακομίζειν καὶ τὸ διαφορεῖν τό τε παρὰ ἰατροῖς καὶ τὸ κωμικόν, [καὶ τὸ ἐπιφορεῖν χῶμα ἢ μάλιστα χοῦν, ἐξ οὗ τὰ ἱστορούμενα μεγάλα χώματα, καὶ τὸ ἀνωφορεῖσθαι καὶ τὸ δυσφορεῖν ἀντὶ τοῦ δυσανασχετεῖν, καὶ τὸ ἀνάπαλιν αὐτοῦ εὐφορεῖν καὶ τὸ «εὐφόρησε χώρα» καὶ «πόλις εὐφόρησεν ἀγαθῶν ἀνδρῶν».] Ἔχει δὲ καὶ παράγωγον τὸ φορύω, ἀφ' οὗ φορυτός, τὸ πλῆθος. Ἔτι δὲ ἔχει καὶ ὀνοματικὰς παραγωγάς. ἐκ τῶν τοιούτων γὰρ καὶ οἱ παρ' Ὁμήρῳ κηρεσσιφόρητοι, οὓς κῆρες φοροῦσιν, ἤτοι φέρουσι, καὶ ὁ παροιμιώδης περιφόρητος Ἀρτέμων, καὶ ὁ φορητὸς καὶ ὁ ἀφόρητος, καὶ οἱ παιζόμενοι ἀφόρητοι βλαῦται, οἳ δηλοῦσι καινοεργά τινα ὑποδήματα, καὶ ὁ κατ' αἴνιγμα μεταφορητὸς οἶκος, ὃς δηλοῖ τὸ πλοῖον, καὶ ἕτερα. (ῃ. 273) Ὅτι ἐν τῷ «ἔβησαν ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους», ἢ ταὐτολογία ἐστίν, ὡς ταὐτὸν ὂν εἰπεῖν τὸ ἔβησαν ἀπελθεῖν καὶ τὸ ἀφῆκαν αὐτόθι πάντας, ἢ μᾶλλον λέγει ὅτι ἀπῆλθον οἱ δύο μόνοι, ἵνα ᾖ περίφρασις ἐμφαντικὴ τοῦ «μόνοι» τὸ «κατέλιπον αὐτόθι πάντας». ταῦτα δ' ἐν τοῖς περὶ ∆όλωνος παραφράσας συντόμως ὁ ποιητής φησι «βῆ δ' ἰέναι ἀπὸ στρατοῦ». (ῃ. 274-7) Ὅτι τῷ Ὀδυσσεῖ καὶ τῷ ∆ιομήδει νυκτὸς ἐπιοῦσι κατὰ Τρώων «δεξιὸν ἧκεν», ἤγουν ἔπεμψεν, «ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγξαντος ἄκουσαν νύκτα δι' ὀρφναίην. χαῖρε δὲ τῷ ὄρνιθι» ὁ διὰ σοφίαν μάλιστα καὶ ἐπικριθεὶς καὶ νοήσας Ὀδυσσεύς, τουτέστι τῷ σημαντικῷ τοῦ μέλλοντος οἰωνῷ. ἀγαθὸν γὰρ σημεῖον τοῖς ἐνεδρεύουσιν ὁ ἐρῳδιός, ὥς φησιν Ἕρμων. Ἰστέον δὲ ὅτι 3.68 τὸ ἀκουσθῆναι μὲν τὸν ὄρνιν μὴ ὁραθῆναι δέ, δηλοῖ ὡς καὶ οἱ ἥρωες οὗτοι ὄψει μὲν πολεμίων οὐχ' ὑποπεσοῦνται, ἔκπυστα δὲ δράσουσιν εἰς αὐτούς. Εἰ δὲ μὴ σοφὸς ἦν Ὀδυσσεύς, ἐκώλυσεν ἂν ὁ τοιοῦτος ὄρνις αὐτὸν ὑποπτήξαντα μήποτε φωραθῶσι καὶ οὐ λάθωσι, καθάπερ οὐδὲ ὁ κλάγξας ἐρῳδιὸς ἔλαθε. Νυκτὸς δὲ ἀγρεύει ὁ ἐρῳδιὸς ἐν ὕδασι καὶ ἕλεσι καὶ ἁρπακτικός ἐστι. διὸ οὐ γλαῦκα ἡ Ἀθηνᾶ ἐπιπέμπει τὴν αὐτῇ ἀνακειμένην, ἀλλ' ἐρῳδιόν, οἰκεῖον ὄντα τοῖς περὶ Σκάμανδρον ἑλώδεσι τόποις. Ζώπυρος δὲ ἀντὶ τοῦ Παλλάς πελλὸν γράφει, ὡς ἂν εἴη ὁ φανεὶς οἰωνὸς δηλωτικὸς ἁρπαγῆς. τρία γάρ φησι γένη ἐρῳδιῶν· πελλός, ὃς καὶ ἔστιν ἅρπαξ, πύγαργος, ὃς ἐν συνουσίαις αἱμορραγεῖ δι' ὀφθαλμῶν, καὶ τρίτος ὁ ἀφροδίσιος. Σημείωσαι δὲ καὶ ὅτι κατὰ τὴν ἐν τοῖς χρησμοῖς ἀμφιβολίαν οὕτω λοξότητά τινα ἔχει καὶ ὁ παρὼν ὄρνις. ἦν γὰρ τὸν μὴ ἐπιστήμονα ὑποπτεῦσαι καί, ὅτι καθάπερ ὁ οἰωνὸς κλάγξας οὐ τεθέαται, οὕτω καὶ αὐτοὶ ἀκουσθήσονται μὲν γνωσθέντες τοῖς πολεμίοις, οὐχ' ὁραθήσονται δέ, ἀλλὰ φεύξονται ἀφανεῖς μηδὲν μέγα δράσαντες. (ῃ. 277282) ∆ιὸ καὶ ὁ Ὀδυσσεύς, ὑποδεδιὼς ἴσως διὰ τὸ ῥηθὲν ὑπόλοξον, ἀρᾶται πάλιν αὐτοὺς ἐπὶ νῆας εὐκλεῖας, ἤγουν εὐκλεέας, ἀφικέσθαι, ῥέξαντας μέγα ἔργον, κοινοποιησάμενος αὐτὸς τὴν εὐχὴν διὰ τὸ φιλάλληλον. Ἔνθα καὶ ἑρμηνεύων, τί λέγει μέγα ἔργον, ἐπάγει «ὅ κεν Τρώεσσι μελήσει», δηλῶν ὡς μέγα ἔργον οἶδεν ἄρτι, δι' οὗ μερίμνας οἱ ἐχθροὶ ἕξουσι. ∆εύτερος δὲ μετ' αὐτὸν εὔχεται ∆ιομήδης ἀφελέστερον ὑπὲρ ἑαυτοῦ