διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ λεαίνω. 9Λεξείδιον9: ∆ιὰ τῆς ει διφθόγγου τὸ ξ· παρὰ γὰρ τὴν λέξεως γενικὴν γέγονεν. 9Λιμπάνω9: ι· παρὰ γὰρ τὸ λείπω γέγονεν, ὥσπερ λείβω λιβὰς, καὶ νείφω νιφάς. 9Λείμαξ9: Σημαίνει δὲ τὸν λειμῶνα, διὰ τῆς ει διφθόγγου. 9Λείαξ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ λεῖον γέγονεν λείαξ. 9Λιρόσ9: Ὁ ἀναιδὴς διὰ τοῦ ι, καὶ ὀξύνεται. 9Λίμμα9: ι παρὰ τὸ λείπω λίμμα· πολλὰ δέ εἰσιν ὀνόματα. 9Λιθόβολοσ9: ∆ιὰ τοῦ ι· καὶ προπαροξύνεται· σημαίνει γὰρ τὸν λίθοις βαλλόμενον. 9Λιθοβόλοσ9 δὲ παροξυτόνως τὸν λίθοις βάλλοντα. 9Λίχνοσ9: ∆ιὰ τοῦ ι· 9Λιχνεῖα9· τὸ χνει δίφθογγος παρὰ τὸ λιχνεύω. 9Λιμβόσ9: ι· παρὰ τὸ λίαν βαίνειν· 9Λοιμική9. 9Λιμβεῖα9: Παρὰ τὸ λιμβεύω. 239 9Λοιμόσ9: Ἡ διαφθορά. 9Λύμη9: Ἡ βλάβη· 9Λοιδορία· Λαιμός· Λῆροσ9 κατὰ παράδοσιν. 9Λειμών9: Παρὰ τὸ λείβω, λειβὼν καὶ λειμών· οἱονεὶ, ὅπου τὰ λεῖα κατανέμεται, τουτέστι τὰ πρόβατα. 9Λείπω9: Λέγει ὁ Ὦρος, ὅτι πάντα παρὰ τὸ λείπω διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, λειπόνεως· λειποταξία· λειποτάξιον· λειποστράτειον· ὁ δὲ Ὠριγένης διὰ τοῦ ι λέγει γράφεσθαι· οἷον, ἔλιπον παρ' Εὐφορίωνι· λιποτρόφια παρὰ Νεοπτολέμῳ· ἐλ λίπεες παρ' Εὐφορίωνι. 9Λιποκτενίασσα· Λιποναῦται· Λιποταξίου9· Παρὰ Ἀρι στοφάνει. 9Λοίμια9: Ὄνομα κύριον, γέγονεν δὲ ἡ γυνὴ ∆ημητρίου τοῦ Φαλήρεως· ἔστιν δὲ καὶ προσηγορικὸν, τὰ χάσματα· οὕτω ∆ιογενιανός.
9Μικρόσ9: ∆ιὰ τοῦ ι γράφεται· κανὼν δὲ τοιοῦτος· τὰ εἰς κρος γενόμενα
δισύλλαβα, εἴτε κύρια, εἴτε μὴ κύρια, ἀποστρέ φονται τὴν ει δίφθογγον· γέγονεν δὲ τὸ μικρὸς ἀπὸ τοῦ μείων, ὅ ἐστι τὸ ἔλαττον· τοῦτο γίνεται κατὰ διάλυσιν τοῦ ι, καὶ ἐκ τάσει τοῦ ε μήϊον, καὶ ἐκεῖθεν μηϊκρὸς, καὶ κατὰ συγκοπὴν τοῦ η μικρός· τὸν δὲ μικρὸν ἄνθρωπον νᾶνον εἰώθασιν λέγειν· οἱονεὶ νηᾶνος τίς ὢν, καὶ νᾶνος, ὁ ἐστερημένος τοῦ ἄνω. 9Μεσίτησ9: Παρὰ τὸ μέσος· 9Μαργίτησ9· παρὰ τὸ μάργος. 9Μεμφίτησ9: Παρὰ τὸ Μέμφης. 9Μεταποντῖνοσ9: ∆ιὰ τοῦ ι. 9Μοῖρα9: Ἡ πόλις· καὶ 9Μύρα9 τὰ ἀλίμματα· καὶ 9Μοῖρα9 τὸ μέρος. 9Μόλις· Μολυσμός· Μωρόσ9 καὶ 9Μόρος· Μῶμος· Μόδιον9. 9Μίλητοσ9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· Μίλλατος γὰρ λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ ὅμιλος, ὄμιλλος· πέδιλον, πέδιλλον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἔλεγον ἂν Μέλλετος, ὥσπερ κέῤῥω. 9Μᾶλλον9: Τὸ ἐπίῤῥημα τὸ α μακρὸν ἔχει· τὰ δὲ ἔχοντα 240 δύο σύμφωνα ὅμοια ἑπόμενα βραχὺ ἔχουσι τὸ δίχρονον· ὅθεν Ἴωνες τὸ μᾶλλον μάλιον λέγουσιν, διὰ τὸ μὴ συστεῖλαι τὸ α καὶ τὰ ὅμοια· λοιπὸν ἐν οἷς ἐπιφέρηται δύο σύμφωνα ὅμοια, συστέλλουσι τὸ δίχρονον ἢ τὸ ι· οἷον, ἴλλος· ἴκκος· καὶ ἴλλαος καὶ ἴλαος· διὰ τοῦτο ἐπειδὴ συνέστειλαν τὸ δίχρονον, ἤγουν τὸ ι, ὡς εἴρηται καὶ μὴ δύνασθαι αὐτὸ τῶν δύο ἐπιφερομένων συμ φώνων. 9Μίκκοσ9: Ὁμοίως· ἐπειδὴ ἀνεδιπλασιάσθη τὸ κ, συστέλ λουσι τὸ ι. 9Μάσθλησ9: Ἔστιν δὲ ὁ λῶρος. 9Μῖμοσ9: ι· τὰ εἰς ος δισύλλαβα, ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Νῖνος· Βίβλος. 9Μίμησισ9: ι τὸ πρῶτον, τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ τὸ μῖμος τὸ πρῶτον, τὸ δὲ δεύτερον ἐκ τοῦ μίμης· ἢ καὶ μιμνῶ, τοῦ ω εἰς η τραπέντος· ἐκ τοῦ οὖν μένω γέγονεν μιμνῶ· εἰσὶ γάρ τινα ῥήματα ἅτινα πλεονάζουσι σύμφωνον, καὶ τρέπουσι τὸ ε εἰς ι, ἔστιν οὖν μένω, γίνεται δὲ μίμνω, καὶ ἐκ τούτου μιμνή σκω, μίμνησις, καὶ κατὰ ἀποβολὴν τοῦ ν μίμησις. 9Μῖσοσ9: ι· ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γέγονεν Ἀφροδίτη, καὶ δύφρος, δίφρος· μύσος, μίσος.
09Νεῖκοσ9: Ἡ φιλονεικία διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ, καὶ
τοῦ νε στερητικοῦ γέγονεν νέεικος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου, νεῖκος· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωροῦσιν οὐκ ἔστι φιλο νεικία. 9Νεῖλοσ9: ∆ιὰ τῆς ει διφθόγγου· οἱ γὰρ ∆ωριεῖς διὰ τοῦ η γράφουσιν· ἢ