ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ τοῦ ἀδελφοῦ αὑτοῦ, Καλαμάταν καὶ Μαντίνειαν καὶ συνεργοὺς εὗρε πρω τοστράτορα τὸν ἄριστον, πρωτοστράτορα τὸν Σεβαστόπουλον Νικόλαον, μεσάζοντα καὶ σύγγαμβρον τοῦ ἀδελφοῦ αὑτοῦ καὶ τὸν περιπόθητον γυ ναικοθεῖον, τὸν πλέον Κυδωνίδην ᾒ Τζαμπλάκωνα. 39.6 Ὁ δὲ δεσπότης κὺρ ∆ημήτριος πάλιν τὸ Λεοντάρι καὶ τὰ αὐτοῦ καὶ τὸ Πίδημα διὰ τοῦ Παλαιολόγου Γεωργίου, περιποθήτου ἐξαδέλφου καὶ μεσάζοντος τοῦ δεσπότου κυροῦ Θωμᾶ καὶ τοῦ γαμβροῦ αὐτοῦ Μπο χάλη Μανουήλ, εἰ καὶ ὁ μὲν τάχα ἀπῆρε τὴν Καλαμάταν καὶ τὸ Λεῦ κτρον καὶ πολὺ τοῦ τῆς Μάνης ζυγοῦ. 39.7 Τοῦ δὲ δεσπότου κυροῦ ∆ημητρίου ἐρχομένου ἐμβῆναι ἐν τῷ Λεονταρίῳ, ὡς ἔμαθε τοῦτο ὁ ἀδελφὸς αὐτοῦ, ἔδραμε καὶ προλαβὼν ἐσέ βη ἐν αὐτῷ· καὶ ἀπέμεινεν ἄπρακτος ὁ δεσπότης κὺρ ∆ημήτριος, τοῦ Πα λαιολόγου καὶ τῶν Μποχαλέων φυγόντων μόνον καὶ ἀπελθόντων εἰς αὐ τὸν εἰς τὸν Μυζηθρᾶν ἐπαναστρέψαντα. 39.8 Ἔτι δὲ καὶ τὸ κάκιστον καὶ ἀφελέστατον γένος τῶν Ἀλβανιτῶν, καιροῦ λαβόμενον τῆς ὑπολήψεως καὶ ἁρπακτικῆς αὐτῶν γνώμης ἁρμο δίου, τί οὐκ ἔπραξαν ᾒ τί οὐκ εἰργάσαντο κακόν; Ἀπιστοῦντες γὰρ δὶς τοῦ σαββάτου, ἀπὸ τὸν ἕνα τῶν αὐθεντῶν εἰς τὸν ἄλλον ἀπήρχοντο· καὶ κάστρα, ὡς ἡ ἐκείνων γλῶσσα, εἰς κεφαλατίκια ἀπῄτουν, εἰ δ' οὖν, εἰς τὸν ἄλλον ἀπήρχοντο καὶ οἱ ἄλλοι πρὸς τὸν ἕτερον τῶν δεσποτῶν ὁμοίως. ∆ιὰ μέσου οὖν, εἴ τι ἆρα καὶ εὕρισκον τῶν ἀθλίων τάχα Ῥωμαίων, ἀλλὰ δὴ καὶ τῶν Ἀλβανιτῶν καὶ συγγενῶν πολλάκις καὶ οἰκείων αὐτῶν, πάντα διηρπάζοντο καὶ ἠφάνιζον. Ἐγένοντο δὲ τοιαῦτα καὶ τοσαῦτα, ὅτι τὶς ἀξίως αὐτὰ θρηνήσειεν; 39.9 Ἀλλὰ δὴ καὶ αὐτοὶ οἱ Τοῦρκοι, οἱ εἰς τὴν Κόρινθον καὶ τὸ Μουχλὶν καὶ τὴν Πάτραν εὑρισκόμενοι, καιροῦ λαβόντες δικαίου, τοὺς μὲν αἰχμαλώτιζον, τοὺς δὲ ἀπέκτεινον, τοὺς δ' αὐθέντας καὶ τοὺς ἄρχον τας κατεγέλων, βλέποντες καθ' ἑαυτῶν τὰ ξίφη ὠθοῦντας. 39.10 Ταύτας δὴ τὰς ἐργασίας κἀμοῦ ἐννοήσαντος, εὑρισκομένου μου εἰς τὴν Ἀρκαδίαν, ἔνθα δὴ καὶ ἐπράττοντο, καὶ τὰ αὐτῶν συμπεράσματα σκοπήσαντος, πρὸ τοῦ ἐξελθεῖν τὸν δεσπότην ἀπὸ τῆς Ἀρκαδίας, ἐξῆλθον κἀγώ, πλάσας αἰτίας τινάς, καὶ ἀπῆλθον εἰς τὴν Πίδασον, ἣν Μεθώνη καλεῖται, περὶ τὸ τέλος τοῦ ∆εκεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους. Ἀλλὰ δὴ καὶ ὁ χρήσιμος ἄρχων ἀπό τε γνώσεως καὶ πράξεως Γεώργιος ὁ Ῥα ούλ, καὶ αὐτὸς ἀφεὶς καὶ αὐθέντην καὶ τὰ πλείω τῶν αὑτοῦ, ἦλθε καὶ αὐ τὸς ἐν τῇ Μεθώνῃ. 39.11 Καὶ καθήμενοι ἀμφότεροι ἐν λιμένι ἐκαραδοκοῦμεν καθ' ὥραν τὸ τῆς τοιαύτης τρικυμίας τέλος, εἰ καὶ τοῦ θεοῦ μακροθυμήσαντος ἐμάκρυ νεν, ἵνα οἱ ἀσύνετοί ποτε συνήσωσι καὶ οἱ μωροί ποτε φρονήσωσι καὶ ὁμόνοα καὶ εἰρήνη γένηται μέσον αὐτῶν· καὶ τοῦ θεοῦ δεηθῶσιν, ἔτι δὲ καὶ τοῦ ἀμηρᾶ, καὶ ἐλεήσει μὲν αὐτοὺς ὡς ἐλεήμων θεός, προστάξει δὲ καὶ τὸν δήμιον αὐτοῦ ἀμηρᾶν καὶ ἀφήσει αὐτοὺς ζῆσαι πλείονα χρόνον. Τόπον γὰρ καὶ τάξιν ἔχει καὶ αὐτὸς εἰς θεόν, οἵαν οἱ αὐτοῦ δήμιοι πρὸς αὐτόν, οἴτινες πληροῦσι μὲν τῷ θελήματι καὶ τῇ προστάξει αὐτοῦ, εἰσὶ δὲ μισητοὶ καὶ ἀποτρόπαιοι. 39.12 Καὶ τούτων δὴ τῶν προῤῥηθέντων κακῶν εἰς τὸν ἅπαντα τοῦ Μορέως ἀθλίου τόπον γινομένων, ἐλθόντος καὶ φωσάτου μερικοῦ ἔξωθεν, κατέδραμον τὸν τόπον ἅπαντα, ἵνα, ἅπερ κακὰ παρέλιπον οἱ οἰκήτορες καὶ κύριοι καὶ αὐθένται καὶ ἄρχοντες, οὐκ ἀπὸ προαιρέσεως, ἀλλ' ἀπὸ ἀδυναμίας, πράξωσιν αὐτοί, τοῦ μὲν ἑνὸς τῶν δεσποτῶν ἐχθροὶ ὄντες, τοῦ δ' ἄλλου τάχα φίλοι. 39.13 Ὃν δὴ δεσπότην καὶ ἐχθρὸν αὐτῶν κὺρ Θωμᾶν εἰς τὰ περὶ τὸ Λεοντάριν εὑρόντες καὶ διώξαντες κακῶς εἰσέβαλον εἰς τὸ κάστρον, πολ λοὺς τῶν αὐτοῦ καὶ σκοτώσαντες καὶ αἰχμαλωτίσαντες· ἔπειτα φέροντες τὸ κατουνοτόπιον, ἤτοι τὰς τένδας αὐτῶν, πλησίον τῶν ὁσπιτίων τοῦ Λεονταρίου ἔθηκαν. Εἶτα ἐξελθόντες ἀπῆλθον εἰς τὰ περὶ τὸν Μυζηθρᾶν καὶ τὸν φίλον αὐτῶν δεσπότην· καὶ ἀπ' ἐκεῖ διέβησαν νικηταὶ καὶ μετὰ πολλοῦ κέρδους ζώων τε καὶ ἀνθρώπων. 39.14 Μόλις οὖν ποτε ἐννοήσαντες οἱ αὐθένται καὶ ἀδελφοὶ τὸ κακὸν τῆς ἑαυτῶν μάχης καὶ