32
λοιπῶν οὐδὲν ἀξιομνημόνευτον ἀνεγράφη. οἳ καὶ ἐβασί λευσαν ἔτεσιν υμηʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν μετὰ τὸν κατακλυσμὸν αρ ζεʹ κατὰ Εὐσέβιον.
ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Πέμπτη δυναστεία βασιλέων ηʹ ἐξ Ἐλεφαντίνησ αʹ
Οὐσερχέρης ἔτη κηʹ. βʹ Σεφρὴς ἔτη ιγʹ. γʹ Νεφερχέρης ἔτη κʹ. δʹ Σισίρης ἔτη ζʹ. εʹ Χέρης ἔτη κʹ. ςʹ Ῥαθούρης ἔτη μδʹ. ζʹ Μενχέρης ἔτη θʹ. ηʹ Τανχέρης ἔτη μδʹ. θʹ Ὄννος ἔτη λγʹ. Ὁμοῦ ἔτη σμηʹ. γίνονται σὺν τοῖς προτεταγμένοις αμ ςʹ ἔτεσι τῶν δʹ δυναστειῶν ἔτη ας ζδʹ. Ἕκτη δυναστεία βασιλέων ἓξ Μεμφιτῶν αʹ Ὀθόης ἔτη λʹ, ὃς ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. βʹ Φιὸς ἔτη νγʹ. γʹ Μεθουσουφὶς ἔτη ζʹ. δʹ Φίωψ ἑξαέτης ἀρξάμενος βασιλεύειν διεγένετο μέχρις ἐτῶν ρʹ. εʹ Μενθεσουφὶς ἔτος ἕν. ςʹ Νίτωκρις γεννικωτάτη τε καὶ εὐμορφοτάτη τῶν κατ' αὐτὴν γενομένη, ξανθὴ τὴν χροιάν, ἣ τὴν τρίτην ἤγειρε πυραμίδα· ἐβασίλευσεν ἔτη ιβʹ. 65 Ὁμοῦ ἔτη σγʹ γίνονται σὺν τοῖς προτεταγμένοις ας ζδʹ. Τῶν εʹ δυναστειῶν ἔτη αυ ζζʹ. Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων οʹ, οἳ ἐβασίλευσαν ἡμέρας οʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων κζʹ, οἳ ἐβασίλευσαν ἔτη ρμ ςʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη αχλθʹ τῶν ηʹ δυναστειῶν. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Πέμπτη δυναστεία βασιλέων τριάκοντα ἑνὸς ἐξ Ἐλεφαντίνησ ὧν πρῶτος Ὀθόης. οὗτος ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. ὁ δὲ δʹ Φίωψ ἑξαέτης ἀρξάμενος ἐβασίλευσε μέχρις ἐτῶν ἑκατόν. Γίνονται οὖν σὺν τοῖς προτεταγμένοις αρ ζεʹ ἔτεσι τῶν τεσσάρων δυνα στειῶν ας ζεʹ. Ἕκτη δυναστεία Γυνὴ Νίτωκρις ἐβασίλευσε τῶν κατ' αὐτὴν γεννικωτάτη καὶ εὐμορφο τάτη, ξανθή τε τὴν χροιὰν ὑπάρξασα, ἣ καὶ λέγεται τὴν τρίτην πυραμίδα ᾠκοδομηκέναι· οἳ καὶ ἐβασίλευσαν ἔτη γʹ, ἐν ἄλλῳ σγʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ας ζεʹ τῶν πέντε δυναστειῶν ἔτη αυ ζηʹ. Σημειωτέον ὁπόσον ὁ Εὐσέβιος Ἀφρικανοῦ λείπεται ἀκριβείας ἔν τε τῇ τῶν βασιλέων ποσότητι καὶ ταῖς τῶν ὀνομάτων ὑφαιρέσεσι καὶ τοῖς χρό νοις, σχεδὸν τὰ Ἀφρικανοῦ αὐταῖς λέξεσι γράφων· Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων πέντε, οἳ ἐβασίλευσαν ἡμέρας οεʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων εʹ, οἳ ἐβασίλευσαν ἔτη ρʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη αφ ζηʹ τῶν ὀκτὼ δυναστειῶν. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη υθʹ ὧν ὁ πρῶτος Ἀχθόης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο δείλου διεφθάρη. 66 ∆εκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ι ςʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ' οὓς Ἀμμενέμης ἔτη ι ςʹ. Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχε Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρ ζβʹ, ἔτη βτʹ, ἡμέραι οʹ.
∆ΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ ∆ωδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων
ἑπτά. αʹ Σεσόγχωσις Ἀμμανέμου υἱὸς ἔτη μ ςʹ. βʹ Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, ὃς ἅπασαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν σχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεν νέσι γυναικῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς ὑπὸ Αἰγυπτίων μετὰ Ὄσιριν πρῶτον νομισθῆναι. δʹ Λαχάρης ἔτη ηʹ. ὃς τὸν ἐν Ἀρσινοΐτῃ λαβύρινθον ἑαυτῷ τάφον κατ εσκεύασε. εʹ Ἀμερὴς ἔτη ηʹ. ςʹ Ἀμμενέμης ἔτη ηʹ. ζʹ Σκεμίοφρις ἀδελφὴ ἔτη δʹ. ὁμοῦ ἔτη ρξʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων δʹ, οἳ ἐβασίλευσαν ἔτη ρʹ ὧν πρῶτος Ἀχθώης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο δείλου διεφθάρη. 67 ∆εκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ι ςʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ' οὓς