32
πραγμάτων οὐχὶ συχναί. τούς τε γὰρ πράττοντας τοὺς δημοσίους φόρους ἀπεστέρησαν τῶν ὄντων οἱ προστυχόντες, εἰ μή που καὶ αὐτοὶ προαισθόμενοι κατέκρυψαν ἐν ἀσφαλεῖ· καὶ αὐτοὶ δὲ πολλὰ ἑαυτοῖς περιεποιήσαντο ἀποστερήσαντες βασιλέα, ὡς δῆθεν ἀφῃρημένοι παρὰ τῶν προστυχόντων· καὶ εἴ τις πρός τινα τῶν τῷ πρεσβυτέρῳ βασιλεῖ 1.94 προσκειμένων διαφορὰν ἔχων ἰδίων ἕνεκα ἐγκλημάτων, ἠμύνατο, τοῦ καιροῦ συμμαχοῦντος, εἰς ἁρπαγὴν καρπῶν καὶ βοῶν καὶ προβάτων περιστήσαντες τὴν ζημίαν. ὁ δὲ πρεσβύτερος βασιλεὺς, ὡς ἐναντίως ἢ αὐτὸς προσεδόκα τὰ πράγματα ἐχώρει, συναγαγὼν τοὺς ἐν τῇ Κωνσταντίνου τότε διατρίβοντας ἀρχιερέας, ὁ πατριάρχης γὰρ Γεράσιμος ἔφθασε τελευτήσας ἐν ᾗ νυκτὶ καὶ ὁ νέος βασιλεὺς ἐξῆλθε τοῦ Βυζαντίου, καὶ διαλεχθεὶς αὐτοῖς ἃ ἐδόκει δίκαια εἶναι, πείθει χωρισμὸν ἀπὸ θεοῦ ἐκφωνῆσαι κατὰ παντὸς ἀνθρώπου τοῦ τε νῦν τῷ ἐγγόνῳ συνόντος τοῦ τ' ἐσομένου. ὡς δὲ μηδὲ τοῦτ' ἐπισχεῖν ἠδυνήθη τὰς τῶν ἀφισταμένων ὁρμὰς, δείσας ὁ πρεσβύτερος βασιλεὺς, μὴ καὶ εἰς πέρας ἀφίκηται τὰ πράγματα κακὸν, οὕτως ἐναντίως ἢ αὐτὸς προσεδόκησε χωροῦντα, τὸν Φιλαδελφείας Θεόληπτον καὶ τὸν τοῦ κοιτῶνος προκαθήμενον, Καλλικρηνίτην, πρέσβεις πρὸς τὸν ἔγγονον ἀποστείλας, πρὸς ξυμβάσεις ἐχώρει, ἐπαγγειλάμενος, ὡς ὅπερ ἂν ὁ ἔγγονος ἐθέλοι γράμμασι δηλώσας, αὐτὸς ἂν εἰς πέρας ἀγάγοι. οἱ μὲν οὖν πρέσβεις εἰς Ἀδριανοῦ πόλιν ἐλθόντες, ἐπεὶ καὶ βασιλεὺς ὁ νέος ἔτυχε πρὸ τῆς πόλεως ἐπισκεπτόμενος τὴν στρατιὰν, προσῄεσαν ὡς προσκυνήσοντες καὶ τὰ τῆς πρεσβείας ἀπαγγελοῦντες. τὸ δὲ πλῆθος περιστάντες αὐτοὺς γυμνοῖς τοῖς ξίφεσιν, ὡς ἐπύθοντο ὑπὲρ εἰρήνης ἀφιγμένους, ἐκέλευον ἀλλήλοις ἀποκτιννύναι. ὁ μὲν οὖν Καλλικρηνίτης τῷ δέει κατασεισθεὶς τὴν ψυχὴν, τοῦ ἵππου τε ἀπεπήδησε, καὶ ἀμφοτέραις περι 1.95 σχὼν τὸν βασιλέως πόδα, ἵστατο περιδεὴς, ὅσον οὔπω νομίζων ἀποθανεῖσθαι· ὁ Φιλαδελφείας δὲ, ὥσπερ δι' ἀψύχων τινῶν παριὼν καὶ ψόφων κενῶν ἀκούων, ἀκατάπληκτος ἦν πρὸς πᾶν ὁτιοῦν. ἰδὼν δὲ τὸν Καλλικρηνίτην ὥσπερ ἀποτεθνηκότα τῷ δέει, «οὐ δέον» εἶπεν «ὦ θαυμάσιε σὺ, οὕτω κατάκρας πρὸς τὸν θάνατον κατεπτηχέναι, μέλλοντας, εἰ μὴ νῦν, ἀλλ' οὖν ὕστερόν ποτε ἀποθανεῖσθαι. εἰ οὖν τοῦτο πᾶσα ἀνάγκη, βέλτιον, ὅτε καὶ πρόφασίς τινος κέρδους, ἢ ὅτε μή. τούτου δ' οὕτως ἔχοντος, ποία πρόφασις εὐλογωτέρα, ἢ ὑπὲρ εἰρήνης πρεσβεύοντας τελευτῆσαι;» εἶτ' ἐπιστραφεὶς πρὸς τὸν μέγαν δομέστικον καὶ Συργιάννην καὶ πρωτοστράτορα, οὗτοι γὰρ αὐτὸν περιέστησαν, ὅπως μή τι περὶ αὐτὸν τολμηθῇ, «εἰ μὲν ἔξεστιν ὑμῖν» ἔφη «τοὺς ἀνοήτους τουτουσὶ καὶ θρασεῖς καταστέλλειν, πράττετε ἃ προσήκει· εἰ δ' οὖν, ἀλλ' οὗτοί γε δρώντων ἃ προθυμοῦνται. πάντως οὐδὲν ἂν εἴη τῶν ἀβουλήτων θεῷ.» ἐπὶ τούτοις ὁ ἀνὴρ ἐθαυμάζετο τῆς μεγαλοψυχίας ἕνεκα, καὶ καρτερίας πρὸς τὰ δεινά. μέχρι μὲν οὖν τινος βοή τις θορυβώδης ἐξηχεῖτο διὰ τοῦ πλήθους· εἶτα κατεσταλμένης, ὁ βασιλεὺς τοὺς πρέσβεις ἰδίᾳ παραλαβὼν, καὶ περὶ ὧν ἥκουσιν ἐκμαθὼν, ἀντεμήνυσε δι' αὐτῶν τῷ βασιλεῖ καὶ πάππῳ τοιάδε· «τὸ καταπίπτειν ἐν τοῖς δεινοῖς καὶ ἀγεννῆ τινα καὶ πράττειν καὶ φθέγγεσθαι, φαύλων τινῶν καὶ μικροψύχων καὶ αὐτὸς 1.96 εἶναι κρίνων, τὸ δ' ἐν ταῖς εὐτυχίαις φυσᾶσθαι καὶ μεῖζον ἢ προσήκει φρονεῖν, ἀμαθῶν καὶ θρασέων, ὁμοίους δὲ ἔν τε τοῖς δεινοῖς εἶναι καὶ τοῖς ἐναντίοις, ἀνδρείων καὶ νοῦν ἐχόντων, οὔθ' ὅτ' ἐδικαζόμην παρὰ σοὶ κριτῇ, βασιλεῦ, δειλίᾳ τινὶ ληφθεὶς ἔλεγον ἅπερ εἶπον, ὑποκρινόμενος τὴν ἀλήθειαν, οὔτε νῦν, ὅτ' ἐν τῷ ἀσφαλεῖ δοκῶ καθεστάναι, ἕτερα φθέγξομαι τῶν προτέρων, ἀλλ' ἐπὶ μάρτυρι πάλιν φθέγγομαι τῷ θεῷ, ὡς οὐδὲν ἐμαυτῷ σύνοιδα τῶν ἐγκαλουμένων, οὐδέ τι τοιοῦτον ἡμαρτηκότι, ὥστ' εἰς τοσαύτην ὑπερβολὴν ὀργῆς τὴν σὴν γαληνότητα ἐρεθίσαι. τὸ μὲν οὖν εἰς διαλλαγὰς χωρῆσαι καὶ τὴν πατρικὴν εὐμένειαν αὖθις ἀνακαλέσασθαι, εὐχῆς ἔργον ἐμοί. νῦν δὲ ἀδυνάτου φαινομένου τοῦ εἰπεῖν τι καίριον ἢ καταπράξασθαι διὰ τὴν ἀταξίαν τῆς στρατιᾶς πολλήν τινα γεγενημένην, ὡς ἀπὸ τῶν πρέσβεων μαθήσῃ, κατ'