32
ἐκστρατεύουσι, καὶ ησαν τῇ μάχῃ ἐπικρατέστεροι. 1.80 ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ' ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ ̓Ηλεί, συγκεκρότητο μάχη. καὶ ηττηντο οἱ ̔Εβραῖοι, επεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. ̓Ηλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ' ὑψηλοῦ καθῆστο δίφρου, καὶ μαθὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ ̓Ισραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Αζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ ∆αγών, ουτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. εωθεν δὲ εἰς τὸν οικον ∆αγὼν εἰσελθόντες ευρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας εστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις ευρον γινόμενον, καὶ πολλάκις τὸ ειδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. επειτα δ' ἐπέσκηψε τῇ τῶν ̓Αζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς εδρας, ην δυσεντερίαν φησὶν ὁ ̓Ιώσηπος, καὶ εθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν απασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς ειναι τῶν παθῶν οἱ ̓Αζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς ̓Ασκάλωνα· καὶ επασχον κἀκεῖνοι τὰ ομοια. καὶ ουτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον ουν οἱ τῶν κακουμένων πέντε πόλεων αρχοντες, Γήτης καὶ ̓Ακκαρὼν ̓Ασκάλωνός τε καὶ Γάζης καὶ ̓Αζώτου, καὶοἱ μὲν αλλα περὶ τῆς κιβωτοῦ, οἱ δ' ετερα συνεβού1.81 λευον. καὶ τέλος εδοξε πᾶσιν εδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, αμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἁμάξῃ τὴν κιβωτόν, τὰς βόας δ' ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ιν' ἐπ' αὐταῖς ειη ἀπιέναι καθ' ην ὁρμήσουσι· καὶ εἰ μὲν εὐθὺ τῶν ̓Ισραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οιεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ' αλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αυθις τὰς βόας τε καὶ τὴν αμαξαν καὶ τὰ ἐπ' αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μήκοθεν ἑπόμενοι καὶ αὐτοί, ιν' ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ' εὐθὺ τῶν ̔Εβραίων ἀπῄεσαν καὶ οὐ πρότερον εστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς ουν ειδον οἱ τῆς κώμης ἐκείνης ανδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ' αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἁμάξης αὐτὴν εθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οις ἡ αμαξα ειργαστο αὐτὰς ὡλοκαύτωσαν. οπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ' ἁψαμένους τῆς κιβωτοῦ, μὴ οντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν ̔Εβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν ̓Αμιναδὰβ ἐκ τῆς Λευιτικῆς οντος φυλῆς κατατίθενται. καὶ εμεινεν ἐκεῖ ετη εικοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μῆνας τέσσαρας. Σαμουὴλ δὲ ὁ προφήτης μέγα ηδη σχὼν ονομα καὶ δόξης ηκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ επεισε ταύτης ἀντιποιήσασθαι. ο μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς ̔Εβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, 1.82 ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἰ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ος θαρρεῖν παρεγγυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας αρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς ̔Εβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σεισμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν