32
ὁμοῦ σημαίνοντος η αμα, γίνεται αλοχος, οἱονεὶ ὁμόλοχος τὶς ουσα ἡ μετέχουσα τῆς κοίτης τοῦ ἀνδρός. ̓Αλοχεύτου. ἀσπόρου. ἐξ ἀλοχεύτου προελθὼν καὶ λοχευθεὶς τὴν πλευρὰν πλαστουργέμου. ̓Αλίσαρνα. πόλις Τρωάδος. ὁ πολίτης ̓Αλισαρναῖος. ̓Αλλοδαπή. ἡ ξένη. ̓Αλλοτρίωσισ. χωρισμὸς οἰκείων. ̓Αλλοίωσισ. ἡ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον τροπή· μεταβολὴ δὲ, ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον· ἡ ἀπὸ τοῦ μέσου δὲ ἐπὶ τὸ χεῖρον, η ἐπὶ τὸ κρεῖττον, τροπὴ λέγεται. Αλπεισ. οἱ ἐν στενοχωρίᾳ δίοδοι. Αλυσισ. παρὰ τὸ λύω, λύσω. αλυτος γάρ ἐστιν. η αλλη αλλης ἐξήρτηται. Αλυξισ. ἀπόπτωσις, φυγή. ̓Αλυκτοπέδη. δεσμὸς αφυκτος. ἀλυτοπέδη τίς ἐστι καὶ πλεονασμῷ τοῦ ˉκ ἀλυκτοπέδη. ̓Αλυκτοσύνη. φυγὴ, εκκλισις. ̓Αλύβη. ονομα στήλης. alpha.129 ̓Αλφεσίβοια. εὑρετικὴ βοῶν. ̓Αλφή. ἡ τιμή. Αλωσισ. ἐρήμωσις, πόρθωσις. ̓Αλωπεκόννησοσ. πόλις ἐστὶ μία τῶν ἐν Χεῤῥονήσῳ. ̓Αλωή. ἡ ἀμπελόφυτος γῆ. παρὰ τὸ τὴν αλσιν, ο σημαίνει τὴν αυξησιν. αλδω, ἀλοὴ, ἀλωή. ̓Αλυπία. εξις, καθ' ην ἀνέκπτωτοι ἐσμὲν πρὸς λύπην. ̓Αλωπεκία. πάθος ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων. ἡ μεταφορὰ ἀπὸ τῆς ἀλώπεκος, ητις, ενθα αν οὐρήσῃ, τὸν τόπον ακαρπον ποιεῖ, ξηραίνουσα καὶ τὴν προϋπάρχουσαν βοτάνην, καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ. τινὲς δὲ λέγουσιν ἀλωπεκία ἡ περικεφαλαία· ἀλωπέκεια δὲ ἡ νόσος ἡ περὶ τὴν κεφαλὴν, η καὶ διὰ διφθόγγου γράφεται. Αλωσ. τὸ ἀλώνιον. παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν καὶ συντριβήν. ̓Αλώπηξ. καὶ κλίνεται ἀλώπεκος. σεσημείωται, οτι ετρεψε τὸ ˉη εἰς ˉε ἐν τῇ γενικῇ, καὶ εστιν εἰπεῖν, οτι τὰ εἰς ˉηˉξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τὸ ˉω· οιον πήληξ, ἀντίπηξ· τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ˉω οὐκ ἀντίκειται· ἀρσενικὸν γάρ ἐστιν. ἐπεὶ ουν τὸ ἀλώπηξ θηλυκόν ἐστι παραληγόμενον τὸ ˉω εἰκότως ὡς παρήλλαξαν κατὰ τὴν παραλήγουσαν, παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. λέγεται καὶ ὁ ἀλώπηξ. alpha.130 ̓Αλεωρήν. φυγήν. ̔Ησίοδος· -λιμοῦ τ' ἀλεωρήν. (Οὐδέτερον.) Αλα. τὰ κόπρια. Ομηρος ἐν ̓Οδυσσείᾳ· οὐ σύγ' ἐξ οικου σῷ ἐπιστάτῃ οὐδ' αλα δοίης. Αλαστα. τὰ κακά· ἀνεπίληστα τινὰ οντα, ἀπὸ τοῦ ἀλαστῶ, ἀλαστήσω, τὸ χαλεπαίνω. ̓Αλάβαστρον. μυροθήκη, ψήφινος η λίθινος. ἀλάβαστόν τι ον, πλεονασμῷ τοῦ ˉρ, ου λαβέσθαι διὰ λειότητα ἀδύνατον. ̓Αλλαρίοισ. σιτηρεσίοις. ̓Αλαπαδνόν. τὸ ἀσθενές. Αλλαγμα. ἀντεισαγωγή. Αλγεα. λυπηρὰ, κακά. Αλγοσ. λύπη, θλίψις. ἀπὸ τοῦ ἀλέγω τὸ φροντίζω. τὰ γὰρ πολυπαθῆ φροντίδος αξια. η α μὴ λέγοι τὶς, μὴ δὲ ὀνομάζοι. τὸ δὲ ἀλέγω παρὰ τὸ λέγω, τὸ φροντίζω, ἀφ' ου λόγος ἡ φροντὶς, καὶ ἀλέγω, ἀλεγεινὸς, οὐ δὲ ἀπὸ τοῦ ἐλεῶ, ἐλεεινὸς, ἐπεὶ ωφειλε γράφεσθαι διὰ τοῦ ˉι. τὰ γὰρ εἰς ˉνˉοˉς ὀξύτονα, μὴ οντα παρώνυμα, διὰ τοῦ ˉι γράφεται· οιον τάχα ταχινὸς, ἀλήθεια ἀληθινὸς, χθὲς χθεσινὸς, πύκα πυκινὸς, ἀλλὰ ἀπὸ τοῦ αλγος ἀλγεινὸς καὶ ελεος ἐλεεινὸς, καὶ γράφεται διὰ τῆς ˉεˉι διφθόγγου ὡς παρώνυμον. Αλεκτρα καὶ ανυμφα. ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομισμένα διὰ τὴν μοιχείαν. τουτέστι δύσλεκτρα καὶ κακόνυμφα. Σοφοκλῆς· αλεκτρ' alpha.131 ανυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλήματα. Αλειον. τὸ τοῦ ἡλίου ἱερὸν κατὰ ̔Ροδίους. σημαίνει δὲ καὶ τὸ υδωρ. Αλιον δὲ, τὸ μάταιον, ˉι. παρὰ τὸ αλς, ἁλὸς, αλιον, ὡς πτὺξ, πτυχὸς, πτύχιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον. ̔Αλουργίσ. χρῶμα τὸ πορφυροῦν ητοι ὀξύ. Αλιπτα. αἰολικῶς παρὰ τὸ ἀλείφω, αλιμμα καὶ αλιπτα. ̔Αλίπλοα. ἐν τῇ θαλάσσῃ πλέοντα. Αλειφαρ. τὸ αλειμμα, καὶ κατὰ ἀποκοπὴν αλειφα, καὶ κλίνεται ἀλείφατος. ἐν δ' ὠτειλὰς πλῆσεν ἀλείφατος-. Αλεισον. τὸ ποτήριον. παρὰ τὸ αλες, ο ἐστι τὸ ἀθρόον· ἐξ ου ἀθρόως πίνειν ἐστίν· η παρὰ τὸ λεῖον γέγονεν αλεισον, κατ' ἐπένθεσιν τοῦ ς, τοῦ ˉα ἐπιθετικοῦ οντος η στερητικοῦ, τὸ μὴ ον ὁμαλὸν, ἀλλὰ περιφερές. ψιλοῦται δὲ, ἐπειδὴ τὸ ˉα, η στερητικὸν ον η ἐπιτατικὸν, ψιλοῦται. ̓Αληθέσ. τὸ ἀντιδιαστελλόμενον τῷ ψεύδει. αληθες δὲ ἀντὶ τοῦ οντως. αληθες, ω παῖ τῆς ἀρουραίας θεοῦ- ὁ Αἰσχύλος φησὶν πρὸς τὸν Εὐριπίδην. ̓Αλήϊον. πεδίον Κιλικίας. τὸ ἐθνικὸν ̓Αλήϊος. καὶ ἀλήϊος ὁ