ἀεί; Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρεμεῖ ὡς τὰ ἄστρα; νθ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε, ἐπείπερ οὐ φαίνεται τοῦτο ἀεὶ συμβαῖνον, οὔτε ἂν ἔμψυχον οὔτε βίαιον φέροιτο φορὰν οὐθὲν αὐτῶν, ὥσπερ τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον. Πῶς οὖν ἀΐδια καὶ ἀγένητα τὰ κατὰ τὴν πρόνοιαν τῆς φύσεως τὸ εἶναι τοιάδε καὶ τὸ κινεῖσθαι τοιῶσδε εἰληφότα; Τὰ γὰρ κατὰ πρόνοιαν δεύτερα τῆς προνοίας, καὶ τὰ ἀΐδια οὐδενός ἐστι δεύτερα. Eἰ τὸ μέλλον ἔσεσθαι πρὸ τοῦ εἶναι οὐκ ἦν, πῶς ἐνδέχεται περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων καὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα εἶναι ἀληθῆ, τὸ μέλλον ἔσεσθαι καὶ τὸ ἀΐδια καὶ ἀγένητα αὐτὰ εἶναι; Τὸ γὰρ μέλλον οὔπω ἐστί, καὶ τὸ ἀΐδιόν τε καὶ ἀγένητον πάντοτε ἔνεστιν. Eἰ ἕνεκα τοῦ τὰ περὶ τὸν δεῦρο τόπον ὡς ἔσχεν ὁμοίως ἔχειν τὸν εἰρημένον τρόπον τῆς κινήσεως τοῦ οὐρανοῦ ἡ φύσις προενόη σεν εἶναι, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ἃ ἕνεκεν τῶν γε νητῶν ἐστιν ὡς ἔστι καὶ κινεῖται ὡς κινεῖται; ξ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ δέδεικται ὅτι οὐ πεφύκασι κινεῖσθαι δι' αὑτῶν, ἡ δὲ φύσις οὐδὲν ἀλόγως οὐδὲ μάτην ποιεῖ, δῆλον ὅτι καὶ σχῆμα τοιοῦτον ἀποδέδωκε τοῖς ἀκινήτοις ὃ ἥκιστά ἐστι κινητικόν. Ἥκιστα δὲ κινητικὸν ἡ σφαῖρα διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν. Ὥστε δῆλον ὅτι σφαιροειδῆ ἂν εἴη τὸν ὄγκον. Eἰ ἡ φύσις δέδωκε τοῖς ἀεὶ κινητοῖς τὸ σφαιρικὸν σχῆμα ἐπιτήδειον πρὸς τὴν εὐκινησίαν, πῶς οὐκ ἔστι τὰ ἄστρα μάτην εἰληφότα σχῆμα τοιοῦτον, ἐνδεδεμένα τοῖς κύκλοις καὶ τὴν κατὰ φύσιν αὑτῶν μὴ δυνάμενα ἐκτελεῖν κίνησιν; Eἰ οὐ πεφύκασι τὰ ἄστρα δι' αὑτῶν κινεῖσθαι, οὐκ ἄρα ἔχουσι κατὰ φύσιν τὴν ἀΐδιον κίνησιν. Πῶς οὖν εἰσιν ἐκ τοῦ αὐτοῦ στοιχείου ἐξ οὗ καὶ ὁ οὐρανός, τοῦ μήτε βαρύτητα ἔχοντος μήτε κουφότητα; Eἰ ὁ μὲν οὐρανὸς διὰ τὸ εἶναι αὐτὸν ἐκ τοιούτου στοιχείου καὶ διὰ τὸ σφαιρικὸν ἔχειν τὸ σχῆμα πέφυκε περὶ τὸ μέσον κινεῖσθαι ἀεὶ δι' ἑαυτοῦ, τὰ δὲ ἄστρα ἐκ τοῦ αὐτοῦ ὄντα στοιχείου καὶ τὸ αὐτὸ ἔχοντα σχῆμα οὐ πεφύκασι κινεῖσθαι δι' ἑαυτῶν, μάτην ὡς ἔοικε δέδωκεν αὐ τοῖς ἡ φύσις οὐσίαν τε καὶ σχῆμα πρὸς τὴν ἀεὶ κίνησιν ἐπιτήδειον, εἰ στάσιν ἔχουσιν ἀκίνητον. Τὸ οὐσίαν ἔχειν καὶ σχῆμα ἀεὶ κινητὸν τὰ ἄστρα καὶ στάσιν ἀκίνητον πῶς οὐκ ἔστι δεῖγμα τῆς ἀλόγου τε καὶ ματαίας ποιήσεως τῆς παρὰ τὴν φύσιν πεποιηκυίας ἠρεμεῖν τὰ ἄστρα; Eἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων αἱ οὐσίαι πάσης ποιήσεως τῆς τε κατὰ τὸν λόγον καὶ τῆς παρὰ τὸν λόγον ἀνώτεραί εἰσι, πῶς, εἰ ἀγένητος ὁ οὐρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύ σεως τῆς μηθὲν ἀλόγως μήτε ματαίως ποιούσης εἰσὶν ὅ εἰσι