αὐτὴν ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; Τίνος δὲ ἕνεκεν προσδοκᾷ ὁ ἑλληνισμὸς τῆς παλαιᾶς αὑτοῦ δυναστείας τὴν ἀνάκλησιν; Πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς Χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ λατρείας τε καὶ πίστεως, προσέχον τας δὲ ἕπεσθαι τῇ θρησκείᾳ τῶν δαιμόνων. Ἀλλ' αἱ βάσανοι αὗται, αἷς καὶ πρώην ἦν χρησάμενος ὁ ἑλληνισμὸς προσδο κήσας δι' αὐτῶν ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν κατέπαυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν παγιώτερον. Ἐρώτησις οε. Eἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τοῦ σώμα τος ἀπαλλαγεῖσα τὰς ἀμοιβὰς οὐ κομίζεται, ἆρα ἐν τῷ με ταξὺ ὑπόκειται τῇ ἐξετάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισις. Oὐχ, ἣν ἔχουσιν αἱ ψυχαὶ ἐνταῦθα μετὰ τοῦ σώματος κα τάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν ἐντεῦθεν ἀπὸ τοῦ σώ ματος ἔξοδον. Ἐνταῦθα μὲν γὰρ τὰ τῆς ἑνώσεως πάντα κοινὰ ὑπάρχει δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο· οἷον τὸ γενέσθαι καὶ τὸ ἀποθνήσκειν, καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ τὸ πλουτεῖν καὶ τὸ πένε σθαι, καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. Μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ ἀδίκων ἡ διαστολή. Ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους· αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ' ὀπτα σίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ κατὰ τὸ εἰρημένον· Ἐκ δημοῦντες ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντες πρὸς τὸν κύριον· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ ᾅδῃ τόπους κατὰ τὸ εἰρημένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, καὶ τὰ ἑξῆς. Καί εἰσιν ἐν τοῖς ἀξίοις αὑτῶν τόποις φυλαττόμεναι ἕως τῆς ἡμέ ρας τῆς ἀναστάσεως καὶ ἀνταποδόσεως. Ἐρώτησις ο. Eἰ πρὸ τῆς ἀναστάσεως οὐκ ἔστιν ἡ τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος, πρὸς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μάλιστα ὅτι ὁ μὲν παρά δεισος αἰσθητός, οὐκ αἰσθητὴ δέ ἐστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ εἰς τὸν παράδεισον εἰσελθόντι τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως. Ἔχει τε τοῦ παραδεί σου τὴν αἴσθησιν κατὰ τὴν ἐννοηματικὴν λεγομένην αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς τε καὶ τὰ ὑπ' αὐτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους τε καὶ τοὺς δαίμονας· οὐ γὰρ νοεῖ οὔτε ὁρᾷ ψυχὴ ψυχὴν οὔτε ἄγγελος ἄγγελον οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ·ηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλήλους, ἔτι δὲ καὶ τὰ σωματικὰ πάντα. Ἐρώτησις οζ.