32
φιλονεικοῦσιν, ἀλλὰ καὶ τοῦτο μετά τινος μεθόδου καὶ μοχθηρᾶς ἐπινοίας, ἵν' ἐν μηδενὶ φανείη τῶν πεπραγμένων ἀσυντελής, ᾧ μὴ κέρδος ἑαυτῷ συμπορίσοιτο! 62.3 ἀκριβῶς γὰρ εἰδὼς ὡς μετὰ μικρὸν ἔσεσθαι μέλλει τῶν αἰχμαλώτων ἡ διὰ τῆς καταλλαγῆς ἀπολύτρωσις, ἐσοφίσατο μηδὲ τούτους εἰκῇ καὶ ὡς ἔτυχεν ἐλευθερίας τυχεῖν. 62.4 καὶ σκόπει τὸ πανοῦργον τοῦ δράματος! 62.5 ἐρχομένοις γάρ τισι μετὰ τὸ τὴν πόλιν ἁλῶναι, τοῖς ὁπωσδηποτοῦν διαδρᾶσι, καὶ τοὺς ἰδίους αἰχμαλώτους ὠνουμένοις, συνείπετο μετ' αὐτῶν καί τις ἀνὴρ καλούμενος Συμεών, φρονήσει βεβηκὼς καὶ διὰ πείρας ὢν πολλῶν πραγμάτων, ὃς ἦν πρὸς τοῦ βασιλέως σταλεὶς δι' αἰτίαν τινὰ χρειώδη πρὸ μικροῦ τῇ πόλει, περὶ ἧς νῦν οὐκ ἀναγκαῖον εἰπεῖν. 62.6 τούτοις οὖν καθ' ἑκάστην μέχρι τῶν ἡμερῶν τοῦ ἀπόπλου συχνῶς ἐρχομένοις ἀνεκοίνωσε τὴν κατὰ τῶν εἰρημένων βουλὴν ὁ δεινὸς οὗτος Λέων, εἰπὼν πρὸς αὐτούς: 63.1 «Ὡς ἐγὼ ἀπεχθῶς» φησι «φερόμενος ἐξ ἀρχῆς καθ' ὑμῶν οὐκ ἔκρινον ζωῶσαι τῶν ἁλόντων οὐδένα· τίς γὰρ ἐκ θεοῦ μισθὸς πολεμίοις ἀνδράσιν ἐν καιρῷ νίκης τὸν θάνατον συγχωρεῖν, ὃν αὐτοὶ μᾶλλον ἐτέκταινον καθ' ἡμῶν; 63.2 ἀλλ' ἐπειδὴ χρεία τις ἐπείγει, καθ' ἥν ἐστιν ἐπάναγκες ζωωθῆναι τούτους, εἴπερ αἰσίου τύχοι τοῦ πέρατος, περὶ τούτου καθ' ἑαυτοὺς ὑμεῖς σκέψασθε. 63.3 ἐπείγομαι γὰρ ἤδη τοῦ καιροῦ με καλοῦντος πρὸς τὴν ἰδίαν ἀποπλεῖν πατρίδα. 63.4 δύνασθε οὖν ἀντιποιηθῆναι τούτων ὄντων διακοσίων τὸν ἀριθμὸν δι' ἐγγράφου ἐγγύης, ὡς λαβεῖν ἡμᾶς ἀντ' αὐτῶν ἐν τῷ καιρῷ τῆς καταλλαγῆς ἰσαρίθμους Ἀγαρηνούς, πεῖσαί τε τὸν κρατοῦντα τῶν Ῥωμαίων τὰ σκῆπτρα μηδεμίαν περὶ τούτου ἀμφιβολίαν ἔχειν, ἀλλὰ συνθέσθαι τοῖς ὑφ' ὑμῶν πεπραγμένοις; 63.5 ἢ δεδίττεσθε μὲν τὴν ἐγγύην ὡς μὴ ἐν ὑμῖν κειμένην, ἄδηλον ὂν ἢ παραδεχθήσεται ὑπ' ἐκείνου ἢ μή, ἐν οὐδενὶ δὲ τίθετε τοσοῦτον κακόν, μικρᾶς προθυμίας μέγαν προξενοῦντες τοῖς ὁμοφύλοις τὸν ὄλεθρον; 63.6 εἴπατε οὖν ὁποτέρῳ τούτων στοιχεῖτε, ἵν' ἑνί γε τὴν ψῆφον δῶμεν, ἢ τοῦ ζωῶσαι ἢ τοῦ ἀπαλλάξαι αὐτούς.» 63.7 ὁ οὖν ῥηθεὶς Συμεών, ἅτε δὴ τῶν ἄλλων προέχων, πρὸς αὐτὸν ἔφη «ἐγὼ ταύτην τὴν ἐγγύην μόνος κατεγγυῶμαι, σαφῶς εἰδὼς τὸ περὶ πάντα φιλάνθρωπον τοῦ καθ' ἡμᾶς αὐτοκράτορος, καὶ ὡς δίχα λόγου παντὸς παρέξεται τούτων ἕνεκεν, ἐξ ὧν ἔχει δεσμίων Ἀγαρηνῶν, τοσούτους ὅσοι καὶ οὗτοι τυγχάνουσιν ὄντες· 63.8 οὓς καὶ αὐτὸς ἐγὼ τῇ Ταρσῷ διακομίσω, ἵν' ἐπ' ἐμοὶ πάλιν τὰ περὶ τῆς ἐγγύης λυθῇ καὶ μηδὲν ἔχῃς κατ' ἐμοῦ προφέρειν, ἐπὰν τὴν ὀφειλὴν ἐκπληρώσω. 63.9 μόνον τύχωσι κἂν οὗτοί τινος σωτηρίας, ἵνα συλλέξαντες ταφῇ δῶσι τῶν ἀποιχομένων τὰ σώματα, ἃ διὰ πάσης τῆς πόλεως κείμενα καὶ αὐτὸν τὸν ἀέρα πρὸς θρῆνον ἐφέλκεται.» 63.10 ταῦτα ἀκούσας ὁ κακοήθης ἐκεῖνος, ἔγγραφόν τε πείσας τὸν αὐτὸν Συμεὼν καὶ ἐνώμοτον παρασχεῖν τὸν περὶ τῶν συνθηκῶν τούτων λόγον, ἀπολυθῆναι πάντας ἐκείνους τοὺς ἐξ ἡμῶν περιττεύσαντας ἄνδρας ἐπέτρεψεν. 64.1 Ἐπειδὴ καὶ τὰ περὶ τούτου καλῶς εἶχεν αὐτῷ καὶ ἐν ἀσφαλείᾳ ἦν τὸ πανούργευμα, ἕτερον πάλιν οὐκ ἔλαττον τούτου τῇ δολιότητι τῶν φρενῶν ἐπενόησε. 64.2 πυρποληθῆναι γὰρ ἅπασαν τὴν πόλιν προσέταττεν, ἵν' ᾖ καὶ τοῦτο αὐτῷ οὐ τὸ τυχὸν παρεμπόρευμα· 64.3 ᾔδει γὰρ ὡς οἱ τοὺς αἰχμαλώτους ὠνούμενοι οὐδὲ τοῦτο πράττειν αὐτὸν ἐξ ἀνάγκης ἀνάσχοιντο, αἱρούμενοι μᾶλλον αὐτοὺς ἐκείνους καταπρησθῆναι ἢ τοιοῦτόν τι κἂν ἀκοῇ παραδέξασθαι. 64.4 μήπω γὰρ τῶν βαρβάρων διὰ μέσου τῆς πόλεως τὴν φλόγα διασπειράντων, ἀλλ' ἔτι τὰς πλησιαζούσας τῇ θαλάσσῃ πυρπολούντων οἰκίας, μόνον ὅτι πρὸς τὸ καταβάλλειν τὰς ὑπὲρ τῆς πόλεως τιμὰς οἱ παρόντες πρὸς ἀλλήλους ἐκύρωσαν, καὶ πάλιν πρόσταγμα πανταχοῦ διεπέμπετο παύεσθαι τῆς οἰκείας συνεργίας τὸ πῦρ, ὡς εἰς χρηστὸν αὐτῷ πέρας καὶ ταύτης προελθούσης τῆς ἐπινοίας. 64.5 οἱ γὰρ ἄνδρες ἐκεῖνοι σὺν τῷ ῥηθέντι Συμεών, μὴ ἔχοντες ἄλλοθέν ποθεν καταβάλλεσθαι τὴν περὶ τούτου ποσότητα, τὰ δύο ὑπέσχοντο τοῦ χρυσίου τάλαντα ἅπερ ἦν ὁ θανὼν ἐκ τῶν ῥοπάλων εὐνοῦχος πρὸς τὸν Στρυμόνα ἐξαποστείλας· 64.6 ἃ