μεταξὺ δὲ προεβλήθη δοὺξ τῆς Ἰταλίας ὁ Περηνός, στρατηγὸς δὲ Βρενδησίου Νικηφόρος ὁ Καραντηνός. Ὁ μὲν οὖν Περηνὸς μὴ δυνηθεὶς εἰς Λογγιβαρδίαν περαιωθῆναι διὰ τὴν τοῦ Ῥουμπέρτου καταδυναστείαν, ἔμεινεν ἐν ∆υρραχίῳ ὀνομασθεὶς τοῦ ∆υρραχίου δούξ. Νικηφόρος δὲ ὁ Καραντηνὸς ἐκδρομὰς ποιουμένου τοῦ Ῥουμπέρτου καὶ κακώσεσι μυρίαις τοὺς Ἰταλοὺς κατατρύχοντος ἐδειλία μέν, ἔμενε δ' ὅμως τὴν ἐκ βασιλέως ἀναμένων ἐπικουρίαν. Πᾶσαι μὲν οὖν αἱ ἰταλικαὶ πόλεις προσεχώρησαν καὶ φρουρὰν παρεδέξαντο· τινὲς δὲ φρουρὰν μὴ παραδεξάμεναι ὑπόφοροι κατέστησαν. Τούτων δὲ οὕτω τελουμένων φυγεῖν μὲν ἔγνω καὶ ὁ Καραντηνὸς αὐξανομένους καθ' ἑκάστην ὁρῶν τοὺς Φράγκους, τὸ δὲ τῆς αἰσχύνης ἄδοξον λογιζόμενος ἔμενεν ἐπὶ χώρας, τὸ Βρενδήσιον συντηρῶν ἐν τῇ πρὸς τὸν βασιλέα πίστει τε καὶ δουλώσει. Ἀπάτῃ δὲ καὶ δόλῳ τοὺς προσοίκους Φράγκους ὑπέρχεται. Λαθραίως οὖν αὐτοῖς ἐντυχὼν καὶ περὶ τοῦ προδοῦναι τὴν πόλιν λόγους καὶ δοὺς καὶ λαβών, ἥκοντας τοὺς Φράγκους ἐδέξατο ἀνιόντας διὰ κλίμακος. Ἕνα καθένα γοῦν τῶν ἀνιόντων ἀποσφάξας, εἰς ἑκατὸν ἀριθμουμένους, τὰς κεφαλὰς αὐτῶν πλοίῳ ἐμβαλὼν περαιοῦται εἰς τὸ ∆υρράχιον ἐκεῖθέν τε εἰς βασιλέα τῶν συμβεβηκότων ἄπεισιν ἄγγελος. Ὁ μὲν οὖν Περηνὸς ἐν τῷ ∆υρραχίῳ ἔμενε, τὴν δὲ βασιλείαν τὰ οἴκοι ἀνιαρὰ ἔθλιβε, καὶ τὴν ἀνατολὴν τὰ ἐκ τῶν Τούρκων δεινὰ ἐπίεζον, αὐξανόμενα καθ' ἑκάστην καὶ μηδεμίαν λαμβάνοντα ἄνεσιν καὶ ἀνακωχήν. Τελευτήσαντος δὲ τοῦ ∆ούκα Κωνσταντίνου τοῦ βασιλέως, τῆς βασιλίδος δὲ Εὐδοκίας πρὸς βραχὺ τῆς βασιλείας ἀντισχούσης, ἐπεὶ εἰς ∆ιογένην τὰ σκῆπτρα τῆς βασιλείας περιῆλθε, τῷ μὲν Ῥουμπέρτῳ καὶ τοῖς περὶ αὐτὸν δέος οὐ τὸ τυχὸν ἦν, μὴ καὶ τῶν οἰκείων ἐκπέσωσι πεῖραν τῆς αὐτοῦ γενναιότητος ἔχουσι, τῶν δέ γε τῇ Ῥωμανίᾳ διαφερόντων, χωρῶν τε καὶ πόλεων, πᾶσι τρόποις ἀπῆγον 170 ἑαυτοὺς καὶ ὑπέστελλον. Ταῖς δὲ κατὰ τῶν Τούρκων ἐκστρατείαις προσέχοντος καὶ αὐτοῦ καὶ τῷ πλέον θλίβοντι τὴν πᾶσαν σπουδὴν νέμοντος οὐκέτι μὲν ὡς δεσπόται, τρόπον δὲ κλεπτῶν καὶ λῃστῶν ἐπιόντες ὑπόφορα ἑαυτοῖς τὰ τῆς Ἰταλίας ἐποιήσαντο. Τῶν δὲ κατὰ τὸν ∆ιογένην, ᾗπερ ἀνωτέρω διείληπται, οἰκονομηθέντων καὶ πραχθέντων, καὶ τοῦ Μιχαὴλ τὴν βασιλείαν ἀμελῶς καὶ παιδαριωδῶς διιθύνοντος ὡς δεσπόται βέβαιοι ἀπὸ θαλάσσης ἕως θαλάσσης τήν τε Λογγιβαρδίαν καὶ τὴν Καλαβρίαν ἑαυτοῖς ὑπεποιήσαντο, καὶ ταύτην διανειμάμενοι καὶ τὰ κάστρα διαμερισάμενοι ἑαυτοὺς μὲν κόμητας, τὸν δὲ Ῥουμπέρτον δοῦκα προσωνομάκασιν. Ὁ δὲ Μιχαὴλ οὐ μόνον οὐκ ἀντεποιήσατο τῆς διαφερούσης αὑτῷ χώρας, ὡς εἴρηται, ἀλλ' ὡς ἂν τοὺς Τούρκους τῆς ἀνατολῆς ἐξελάσειε, δέον ἐνόμισε σπείσασθαι αὐτῷ καὶ δι' αὐτῶν ἢ σὺν αὐτοῖς ἀποσοβῆσαι αὐτῶν τὴν ἄλογον κατὰ τῆς Ῥωμανίας ἐπέλευσιν. Ὅθεν καὶ κῆδος πρὸς τὸν Ῥουμπέρτον ποιεῖται καὶ τὴν αὐτοῦ θυγατέρα Ἑλένην καταμνᾶται τῷ ἑαυτοῦ υἱῷ Κωνσταντίνῳ. Ἠβούλετο μὲν ταῦτα ὁ βασιλεύς, πέρατι δὲ δοθῆναι παρὰ Θεοῦ κεκώλυται πάλαι καταψηφισαμένου τῆς ἀνατολῆς πανωλεθρίαν καὶ ἀναστάτωσιν. Ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παιδίον ἔχον κατὰ τὸ μέτωπον ἕνα ὀφθαλμόν, τραγοσκελὲς δὲ τοὺς πόδας. ∆ύο δὲ τῶν ἀθανάτων στρατιωτῶν γεγόνασι κεραυνόβλητοι. Τὸ δὲ τερατῶδες παιδίον <προτεθὲν> ἐν τῇ τῶν ∆ιακονίσσης δημοσίᾳ παρόδῳ κλαυθμὸν ἠφίει παιδικῷ προσεοικότα. Οὐ μὴν δὲ ἀλλὰ καὶ κομῆται παρετείνοντο πλεῖστοι καὶ συχνοί. 171 Ἐπεὶ δὲ καὶ οἱ βάρβαροι τὰ τῆς ἑῴας ἐληίζοντο, καὶ τὸ πλῆθος τὸ μὲν ἀνῃρεῖτο, τὸ δὲ φεῦγον τῇ Κωνσταντίνου προσέφευγεν, ἐδεῖτο μὲν ὁ καιρὸς οἰκονομικῆς καὶ πρεσβυτικῆς μεγαλοψύχου ρενός, ὁ δὲ τοσοῦτον ἦν φειδωλὸς καὶ μικρολόγος, ὥστε μηδ' ὀβολὸν προέσθαι θέλειν μηδὲ παρέχειν τινὶ τὸ οἱονοῦν ἢ πρόνοιαν γοῦν τροφῶν καὶ διὰ μετακομιδῆς γεννημάτων διὰ σιτηγῶν πλοίων ποιήσασθαι, ἀλλὰ τῇ ματαίᾳ καὶ ἀνονήτῳ περὶ λόγους σπουδῇ καὶ τῷ ἰαμβίζειν καὶ ἀναπαίστους συντιθέναι προσέχων διηνεκῶς, καίτοι μηδ' ἐν χρῷ τῆς τέχνης