ταῖς τῶν πολέμων ἀνδραγαθίαις παρὰ πάντων μεγαλαυχούμενος. ϛʹ. Τούτοις τοῖς λόγοις μετελθοῦσα τὸν αὐτοκράτορα καὶ, 85 ὡς τὸ εἰκὸς, καταγοητεύσασα (εὔνοιαν γὰρ ὑπὲρ τὸ προσῆκον παρεῖχεν αὐτῇ, ἐκτόπως τῆς ὥρας ταύτης ἡττώμενος), ἀνέπεισεν εἰσκαλέσαι τὸν Ἰωάννην, καὶ θᾶττον ἀπαντῆσαι πρὸς τὸ Βυζάντιον. ὁ δὲ πρὸς τὴν βασιλεύουσαν εἰσελάσας καὶ τῷ βασιλεῖ παραστὰς, ἐπείπερ ἐπισκήψεις ἐδέξατο τοῖς βασιλείοις ὁσημέραι φοιτᾷν, τότε μὲν ἐφ' ἑστίας εὐθὺς ἀπηλλάττετο· μετέπειτα δὲ παρὰ τὴν βασίλειον αὐλὴν οὐ διελίμπανεν ἀνιών. ἅτε δὲ θερμουργός τις ἀνὴρ πεφυκὼς, καὶ τολμήσας εἰ καί τις ἄλλος, καὶ πράγμασιν ἐπιχειρεῖν ἀλλοκότοις παραβολώτατος, ἐξεῦρε μηχανὴν, ὥστε διά τινων ἀφανῶν εἰσόδων πρὸς τῆς Αὐγούστης ἑτοιμασθεισῶν ὑποδύεσθαί τε καὶ εἰς λόγους ταύτῃ συνέρχεσθαι, καὶ τὴν τοῦ αὐτοκράτορος Νικηφόρου τῶν ἀνακτόρων μελετῆσαι καθαίρεσιν. ἐντεῦθεν ἄνδρας ῥωμαλέους καὶ νεανικοὺς τὰ πολέμια ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἐξέπεμπεν, οὓς ὑποδεχομένη ἐν οἰκίσκῳ σκοταίῳ παρ' αὐτῇ παρεφύλαττεν. ἐπεὶ δὲ πόνον ἡ τούτων ἐπὶ κακῷ συλλαβοῦσα συμφωνία καὶ δεινὴν ἀδικίαν ὠδίνασα, τὴν πονηρὰν τεκεῖν ἀνομίαν ἠπείγετο, συνελθόντες αὖθις ἀλλήλοις κατὰ τὸ σύνηθες , τὸν αὐτοκράτορα Νικηφόρον τῆς ἀρχῆς κατασπᾶσαι διέγνωσαν. ἐκεῖθεν ἐφ' ἑστίας ὁ Ἰωάννης ἀπαλλαγεὶς, Μιχαήλ τε, τὸν καλούμενον Βούρτζην, καὶ Λέοντα τὸν Πεδιάσιμον εἰσκαλέσας καὶ τὸ δωμάτιον κλείσας, τὴν τοῦ αὐτοκράτορος Νικηφόρου μετ' αὐτῶν ἐσκαιωρεῖτο ἀναίρεσιν. μὴν ἐφειστήκει τότε ∆εκέμβριος, δεκάτην ἐλαύνων ἡμέραν. λέγεται 86 δὲ κατὰ τὴν ἑσπέραν παρὰ τὸν καιρὸν τῆς ὑμνῳδίας κληρικόν τινα τῆς βασιλείου αὐλῆς λίβελλον ἀναδοῦναι τῷ βασιλεῖ, ἐν ᾧ ταῦτα ἐγέγραπτο· γνωστὸν ἔστω σοι, βασιλεῦ, ὡς ὄλεθρός σοι ταύτῃ τῇ νυκτὶ ἐπικαττύεται χαλεπός. ὅτι δὲ ἀληθῆ ταῦτα, ἡ γυναικωνῖτις ἐρευνηθήτω, ἐν ᾗ ἄνδρες ἔνοπλοι καταληφθήσονται, οἱ τὴν σὴν μέλλοντες αὐτουργῆσαι σφαγήν. τὸν γοῦν λίβελλον ὁ βασιλεὺς ἀναγνοὺς, Μιχαὴλ τῷ τοῦ κοιτῶνος κατάρχοντι ἔρευναν ἀκριβῆ τῶν ἀνδρῶν ποιῆσαι παρεκελεύσατο· ὁ δὲ, εἴτε τὴν Αὐγούσταν καταιδεσθεὶς, εἴτε μελλήσει χρησάμενος, ἢ καὶ θεοβλαβείᾳ παρενεχθεὶς, παρῆκε τὸ δωμάτιον, ἐν ᾧ τὸ τῶν φόνων τῶν ἀνδρῶν καθῆστο στίφος, ἀνεξερεύνητον. ἤδη δὲ τῆς νυκτὸς ἐπελθούσης, κατὰ τὸ εἰθισμένον ἡ βασιλὶς πρὸς τὸν αὐτοκράτορα εἰσφοιτήσασα, λόγους διῄει περὶ τῶν ἐκ Μυσίας νεωστὶ ἀφιγμένων νυμφῶν, ὅτι, ἄπειμι τὰ πρὸς θεραπείαν αὐτῶν ἐπισκήψασα, ἔπειτα δὲ φοιτήσω πρὸς σέ· ἀλλ' ἠνεῳγμένος ὁ κοιτωνίσκος ἔστω, καὶ μὴ κλεισθήτω τὰ νῦν· παλινοστήσασα γὰρ ἐγὼ τοῦτον κλείσω λοιπόν. ταῦτα προσειποῦσα ἐκεῖθεν ἐξῄει. ὁ δὲ βασιλεὺς δι' ὅλης μὲν τῆς φυλακῆς τῆς νυκτὸς τὰς συνήθεις εὐχὰς ἀνέπεμπε τῷ Θεῷ, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν διεσχόλαζεν. ἐπεὶ δὲ τὸν ὕπνον ἡ φύσις ἀπῄτει, πρὸ τῶν σεπτῶν εἰκόνων τῆς τε θεανδρικῆς τοῦ Χριστοῦ μορφῆς, καὶ τῆς Θεομήτορος, καὶ τοῦ θείου προδρόμου καὶ κήρυκος, παρὰ τὸ παρδάλειον δέῤῥος καὶ τὸν κοκκοβαφῆ πῖλον, ἐπ' ἐδάφους διανεπαύετο. 87 ζʹ. Οἱ δὲ πρὸς τῆς Αὐγούστης ὑποδεχθέντες ὑπηρέται τοῦ Ἰωάννου , τοῦ δωματίου ξιφήρεις ἐκπηδήσαντες, τὴν ἐκείνου ἄφιξιν προσεδέχοντο, περὶ τὰ ὕπαιθρα τῶν βασιλείων ὑπερῴων κατασκοπούμενοι. πέμπτην τῆς νυκτὸς ὥραν ὁ γνώμων ἤδη κατεπηγγέλλετο· δριμεῖα δέ τις βορέου αὖρα τὸ τοῦ ἀέρος ἐπεῖχε κατάστημα, καὶ χιὼν ἐχεῖτο πολλή· καὶ ὁ Ἰωάννης ἀφίκετο μετὰ τῶν συνωμοτῶν , ἐπὶ λέμβου τὸν αἰγιαλὸν παραπλέων, καὶ τῆς ἠπείρου προσεπιβαίνων, ἵνα ὁ λίθινος λέων τὸν ταῦρον ζωγρεῖ (Βουκολέοντα τὸν τόπον κέκληκεν ἡ συνήθεια)· ὃς τοῖς ἄνωθεν ἐπὶ τῶν ὑπαίθρων προκύπτουσιν ὑπηρέταις συρίττων ἐπεγινώσκετο. τοιοῦτον γὰρ τοῖς παλαμναίοις ἐδέδοτο σύνθημα. κόφινον οὖν καλωδίοις ἐξηρτημένον