ιʹ. Τίς ἡ αἰτία δι' ἣν ἐπὶ τῶν στασίμων ὑδάτων κύκλους ποιοῦσι τὰ πίπτοντα σώματα μείζονας καὶ ἐλάττονασ Ἀπορεῖς πῶς ἐπὶ τῶν στασίμων ὑδάτων πᾶν εἴ τι προσπέσοι σωμάτιον κύκλους ποιεῖν εἴωθεν ἐλάττονας ἐπὶ μείζοσι, καὶ τὸ μὲν οἷον κέντρον ἐστίν, οἱ δὲ ἐπεισφρήσουσιν ἄλλος ἐπ' ἄλλῳ, καὶ ὁ μὲν πρῶτος μείζων τῶν ἄλλων, ὁ δὲ τελευταῖος ἔλαττον [...] 17 Περὶ τῆς διαφορᾶς τῶν συνθέτων σωμάτων Πάντα τὰ ἐκ τῶν ἁπλῶν σύνθετα διαφέρει μὲν ἀλλήλων ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ ταῦτά τε καὶ τοσαῦτα κατὰ συζυγίαν λεγόμενα πηκτὸν ἄπηκτον, τηκτὸν ἄτηκτον, μαλακτὸν ἀμάλακτον, τεγκτὸν ἄτεγκτον, καμπτὸν ἄκαμπτον, κατακτὸν ἀκάτακτον, θραυστὸν ἄθραυστον, θλαστὸν ἄθλαστον, πλαστὸν ἄπλαστον, πιεστὸν ἀπίεστον, ἑλκτὸν ἄνελκτον, ἐλατὸν ἀνέλατον, σχιστὸν ἄσχιστον, τμητὸν ἄτμητον, πιλητὸν ἀπίλητον, καυστὸν ἄκαυστον, θυμιατὸν ἀθυμίατον, γλίσχρον ψαθυρόν. Ταῦτα δὲ πάντα εἴδη μέν εἰσι τῶν δυεῖν παθητικῶν ποιοτήτων, τοῦ ὑγροῦ λέγω καὶ τοῦ ξηροῦ, καὶ μέμικται ἐκ τούτων, μᾶλλον δὲ τοῦδε ἢ ἐκείνου μετέχει. τὰ μὲν οὖν ὑπὸ ξηροῦ θερμοῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρὸν ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ πυρὸς λύεται, ὅ ἐστι θερμόν. ὅσα μὲν οὖν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ πυρός. ὅσα δὲ κοινὰ γῆς καὶ ὕδατος, καὶ ὑπὸ πυρὸς πήγνυται καὶ ὑπὸ ψυχροῦ, παχύνεται δὲ ὑπ' ἀμφοῖν. ὅσα δὲ μαλακά, ἀλλὰ μὴν ὑγρά, οὐ παχύνεται ἀλλὰ πήγνυται ἐξιόντος τοῦ ὑγροῦ, οἷον ὁ ὀπτώμενος κέραμος· ὅσα δὲ ὑγρὰ τῶν μικτῶν, καὶ παχύνεται, οἷον γάλα. τήκεται δὲ καὶ ὁ λίθος ὁ πυρίμαχος καὶ αἱ μύλαι ὥστε ῥεῖν. τήκεται καὶ ὁ πηλὸς καὶ ἡ γῆ. παχύνεται μὲν οὖν ὑπὸ πυρὸς μόνον ὅσα ὕδατος πλέον ἔχει ἢ γῆς, πήγνυται δὲ ὅσα γῆς. διὸ καὶ τὸ νίτρον καὶ οἱ ἅλες γῆς εἰσι μᾶλλον, καὶ λίθος καὶ κέραμος. ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι· οἶνος γάρ τις καὶ πήγνυται καὶ ἕψεται, οἷον τὸ γλεῦκος. ὅσα μὲν οὖν μὴ παχύνεται ὑπὸ τοῦ ψυχροῦ, ἀλλὰ πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος καὶ οὖρον καὶ τὰ τοιαῦτα. ὅσα δὲ παχύνεται μὴ ἐξατμίζοντα ὑπὸ πυρός, τὰ μὲν γῆς, τὰ δὲ κοινὰ ὕδατος καὶ ἀέρος, μέλι μὲν γῆς, ἔλαιον δὲ ἀέρος. καὶ τὸ γάλα δὲ καὶ τὸ αἷμα ἀμφοῖν μὲν κοινὰ καὶ ὕδατος καὶ γῆς, μᾶλλον δὲ τὰ πολλὰ γῆς. καὶ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα, οἷον κέραμος, καὶ τὰ μὲν μαλακτά, οἷον κέρας, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος. τὰ δὲ ξύλα γῆς ἐστι καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτὰ οὐδὲ μαλακτά. {διὸ καυστὰ καὶ νοητὰ οὐδὲ μαλακτά.} κέραμος δὲ γῆς μόνον. Ἐκ μὲν οὖν ὕδατος καὶ γῆς τὰ ὁμοιομερῆ συνίστανται σώματα καὶ αὐτὰ τὰ μεταλλευόμενα, οἷον χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τοιαῦτα, ἐξ αὐτῶν τε καὶ τῆς ἀναθυμιάσεως τῆς ἑκατέρου ἐναποκλειομένης. ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς πρὸς τὰς αἰσθήσεις ἰδίοις. Ἄπηκτα δέ ἐστιν ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη μηδ' ὕδατός ἐστιν, ἀλλὰ πλέον θερμοῦ καὶ γῆς, οἷον τὸ μέλι. μαλακτὰ δέ ἐστι τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος, οἷον κρύσταλλος, ἀλλ' ὅσα γῆς μᾶλλον. ἔστι δὲ καὶ τῶν τηκτῶν καὶ τῶν ἀτήκτων τὰ μὲν τεγκτά, οἷον ἔριον καὶ γῆ, τὰ δὲ ἄτεγκτα, οἷον χαλκός. οὐδὲ δὲ ἄλλο τεγκτὸν οὐδὲν ὃ μὴ μαλακώτερον γίνεται βρεχόμενον. ἔστι δὲ τεγκτὰ μὲν ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους, τηκτὰ δὲ ὕδατι ὅσα δι' ὅλου. καὶ καμπτὰ μὲν καὶ εὐθυντά, οἷον κάλαμος καὶ λύγος, ἄκαμπτα δέ, οἷον κέραμος καὶ λίθος. κατακτὰ δὲ καὶ θραυστὰ ἅμα ἢ χωρίς, οἷον ξύλον κατακτὸν μέν, θραυστὸν δ' οὔ, κέραμος δὲ καὶ θραυστὸν καὶ κατακτόν. ἔστι δὲ κάταξις μὲν ἡ εἰς τὰ μεγάλα μέρη διαίρεσις, θραῦσις δὲ ἡ εἰς τὰ τυχόντα. καὶ θλάσις ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετάστασις. ἔστι δὲ τὰ θλαστὰ καὶ μαλακτά, οἷον κηρός, καὶ σκληρά, οἷον χαλκός. ἄθλαστα δὲ καὶ σκληρά, οἷον κέραμος. τῶν δὲ θλαστῶν ὅσα μὲν μένει θλασθέντα, ταῦτα τὰ πλαστά, τὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος ἢ ξύλον, ἢ