αἰσθητήρια τῆς ἁφῆς, δῆλον· πᾶν γὰρ αἰσθητήριον καὶ κεχωρισμένον καὶ ἐγνωσμένον. Τὰς αἰσθήσεις καὶ μίαν ἑκάστην λέγει Ἀριστοτέλης καὶ πολλὰς ὡς συμμεριζομένας τῷ ὑποκειμένῳ, ἐπεὶ καὶ ὁ τοῦ σώματος λόγος ἀμερής ἐστιν καὶ ἀσχημάτιστος, σχηματίζεται δὲ τῷ ὑποκειμένῳ. καὶ ἡ ἄλογος ψυχὴ κατ' οὐσίαν ἀμερής, μεριστὴ δὲ περὶ τὰ σώματα συνδιισταμένη αὐτοῖς. καὶ ἡ λογικὴ ὡς πρὸς τὸν νοῦν μεριστή· κέχρηται γὰρ προτάσεσι, κατασκευαῖς καὶ συμπεράσμασι. Θεμίστιος· οὐκ ἔστιν αἰσθητήριον ἡ σάρξ, ἐπεὶ τὰ μὲν αἰσθητήρια τἄλλα αἰσθάνονται τῶν ἐναντίων, ἡ δὲ ἁφὴ βαρέος μέν, κούφου δ' οὔ, ὅτι οὐ πάσχει ὑπ' αὐτοῦ. ὡς ἡ ἀκοὴ ἀντιλαμβάνεται τοῦ ψόφου κατὰ κατάφασιν καὶ τῆς σιγῆς, ἤγουν τοῦ μὴ ψόφου, κατὰ ἀπόφασιν, καὶ ἡ ὄψις τοῦ σκότους, οὕτω καὶ ἡ ἁφὴ τῆς κουφότητος κατὰ ἀπόφασιν. 60 Πέντε οὐσῶν τῶν αἰσθήσεων ἡ ὄψις τῶν πορρωτάτω ἀντιλαμβάνεται, ἁφὴ καὶ γεῦσις τῶν ἐγγυτάτω, ἡ ὄσφρησις μέσην εἴληχε τάξιν. ἡ ἁφή, ὡς [ἂν] εἴπῃ τις, ἐμφαίνεται καὶ ταῖς λοιπαῖς αἰσθήσεσιν. οὐ διὰ τοῦτο κληθεῖεν καὶ ἁφαί, ὥσπερ ἔχει ἴδιόν τι· οὐ γὰρ ᾗ τοιαίδε αἰσθήσεις [ἅ]πτονται, ἀλλ' ᾗ σάρκες τὸ ἁπτὸν ἔχουσαι. ὄψις τὸ κατ' ἐκπομπὴν ἐνεργεῖν ** οὕτω καὶ ἡ ἁφὴ τὸ ἔχειν πολλὰς ἀντιθέσεις. Ἐπὶ ἀκοῆς καὶ ὄψεως καὶ ὀσφρήσεως πολὺ τὸ μεταξὺ καὶ οὐ λανθάνει, ἐπὶ δὲ τῆς γεύσεως καὶ ἁφῆς ὀλίγον καὶ λανθάνει. Αἱ ἄλλαι αἰσθήσεις οὐχ ὑπ' αὐτῶν πρώτως πάσχουσι τῶν αἰσθητῶν, ἀλλὰ διὰ τοῦ μεταξύ. ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τὸ μεταξὺ πρῶτον, ἀλλὰ σὺν τῷ μεταξὺ πάσχομεν, ὡς ὑπὸ δόρατος ἐμβληθεὶς σὺν τῇ ἀσπίδι καὶ αὐτὸς τέτρωται. Αἰσθητήριον τῶν ὀσμῶν ἡ μαστοειδὴς ἀπόφυσις τοῦ ἐγκεφάλου. ὁ Ἀριστοτέλης κατασκευάζει ὅτι οὐκ ἔστιν αἰσθητήριον οὔτε ἡ σὰρξ οὔτε ἡ γλῶττα, ἐπειδὴ ἐπὶ τὰ αἰσθητήρια τὰ αἰσθητὰ ἐπιτιθέμενα οὐ ποιεῖ αἴσθησιν, ἐπὶ δὲ τὴν σάρκα καὶ τὴν γλῶτταν ποιεῖ. Ἄναπτον ἢ τὸ μὴ πεφυκὸς ὑποπίπτειν ἁφῇ ὡς χρῶμα καὶ ψόφος, ἢ τὸ ἀμυδρόν. ∆ιαφέρει τὰ αἰσθανόμενα τῶν πασχόντων καὶ μὴ αἰσθανομένων, ὅτι τὰ μὲν δέχεται καὶ διακρίνει τὸ εἶδος, τὰ δὲ πάσχει καὶ οὐ γνωρίζει, ὡς τὰ κάτοπτρα καὶ τὰ ὅμοια τούτοις. ∆ύο πάθη πάσχει τὸ αἰσθητήριον, ἓν ὡς ἁπλῶς σῶμα καὶ ἕτερον ὡς αἰσθητήριον. οἷον τὸ ὄμμα ὡς αἰσθητήριον πάσχει συγκρινόμενον ἢ διακρινόμενον ὑπὸ τῆς τῶν σωμάτων ἐνεργείας, ὡς σῶμα ὑπὸ πυρὸς θερμαινόμενον, ἡ ἀκοὴ πάσχει ὑπὸ ψόφων ὡς αἰσθητήριον καὶ ὡς σῶμα ὑπὸ σφοδροῦ ἀέρος. Τὰ φυτὰ οὐκ αἰσθάνονται διὰ τὸ μὴ ἔχειν μόριον ἐν μεσότητι ὂν τῶν ἁπτῶν καὶ διὰ τὸ μηδὲ δύναμιν καὶ ἀρχὴν ἔχειν ἐν τούτῳ δεκτικὴν τῶν εἰδῶν ἄνευ τῆς ὕλης. μεσότητες λέγονται τὰ αἰσθητήρια ἢ διὰ τὸ τῆς μεσότητος τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι ἢ διὰ τὸ βλάπτεσθαι ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐνδείας ἢ διὰ τὸ μέσον εἶναι αἰσθητῶν καὶ αἰσθήσεων. αἱ αἰσθήσεις πάσχουσιν ὑπὸ μόνων τῶν εἰδῶν, ὡς ὄψις ὑπὸ χρώματος καὶ 61 οὐχ ὑπὸ ψιμυθίου ἢ ἐρίου ἢ ὑπό τινος ὑποκειμένου τῷ χρώματι. τὰ ἄψυχα ὑπὸ τῶν αἰσθητῶν πάσχοντα οὐχ ὑπὸ τῶν εἰδῶν πάσχει μόνον, ἀλλ' ὑπὸ τοῦ συναμφοτέρου, ὡς τῷ ἐγκαταμίγνυσθαί τι τῷ ὕδατι, εἰ τύχῃ {τι}, οὕτω γλυκὺ γίνεται, καὶ ὁ ἀτμὸς τῷ ἱματίῳ προσιζάνων εὐῶδες αὐτὸ ποιεῖ, καὶ ὁ ψόφος ῥηγνύων τὸ ξύλον τῇ ὤσει τοῦ ὑποκειμένου ἀέρος τοῦτο ποιεῖ. Πάσχει ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν ποιοτήτων πάντα τὰ σώματα, ἀλλ' οὐχ ᾗ αἰσθητικά, ἀλλ' ᾗ σώματα ἁπλῶς· ἀπαθῆ γὰρ εἶναι καὶ ἀναλλοίωτα ἄτοπον. πάσχει οὖν ὑπὸ τῶν χρωμάτων τὸ κατ' ἐνέργειαν διαφανὲς καὶ ὑπὸ τῶν ὀσμῶν καὶ ψόφων ὁ ἀὴρ οὐχ ᾗ αἰσθητά· οὐ γὰρ ἀρκεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ λαβεῖν τὸ εἶδος χωρὶς ὕλης. οὐ γὰρ εἴ τι πάσχει ὑπὸ αἰσθητοῦ, ἤδη καὶ αἰσθάνεται, ἀλλὰ δεῖ καὶ δυνάμεως δυναμένης διακρίνειν ταῦτα, ὡς ἐν τῷ φυσικῷ ὀργάνῳ, καὶ τοῦτο ἐν μέρει δυναμένῳ δέξασθαι τὴν αἴσθησιν. Λέγει