καὶ τὰ τοῦ ἀποστόλου Λουκᾶ πυρὶ καίεται καὶ εἰς χοῦν ἀναλύεται. δέδοικα μὴ καὶ μαρτύρων ἐνταῦθα κατέκειτο σώματα. φοβοῦμαι μή τι τῶν τοῦ Ἀνδρέου μελῶν ἐνταυθοῖ που κεκρυμμένον ἐλάνθανεν, ᾧ δὴ καὶ ὁ ναὸς καθωσίωτο, μή τι τῶν τοῦ ἀδελφοῦ Πέτρου, μή τι τῶν τοῦ Παύλου, τῶν μεγάλων τῆς ἀληθείας ἀγωνιστῶν καὶ προμάχων τῆς εὐσεβείας. καὶ πάλαι μὲν ὑπὸ Νέρωνι ὁ μὲν ἐσταυροῦτο, ὁ δὲ ἀπετέμνετο μόνον· νῦν δὲ ὑπὸ τῷ μεγάλῳ πατρὶ κατὰ μέρος διῄρηνται καὶ οὐδὲ τῆς ὁσίας ἠξίωνται. μᾶλλον μὲν οὖν ἀνορύττονται καὶ ἀναχωννύονται καὶ ὥσπερ τινὰ τῶν ἐναγῶν σωμάτων παραρριπτοῦνται καὶ διασπείρονται. ὢ τῆς τόλμης, μᾶλλον δὲ τῆς ὠμότητος. ἀλλὰ πῶς ἂν περιπαθέστερον τὸ πρᾶγμα ὑμῖν διηγήσωμαι; ἐπεὶ γὰρ τὰ ὑπὲρ γῆν καθεῖλεν ἄδυτα, τολμᾷ καὶ κατὰ τῶν ὑπὸ γῆν. καὶ διαιρεῖ σιδήρῳ καὶ ἀναχωννύει θήκας σωμάτων νεκρῶν καὶ δημοσιεύει τὴν φύσιν· καὶ ἀναρριπτεῖ τὸν ἐγκείμενον χοῦν καὶ διασκίδνησι τὴν κόνιν εἰς τὸν ἀέρα. παρέλυσε τὴν τῶν μελῶν ἁρμονίαν, διέλυσε τὰ συντεθειμένα. μετήγαγε τὸ σχῆμα τοῦ σώματος, εἶδεν ἃ νόμος ἀπείργει. τοὺς ὀφθαλμοὺς οὐκ ἐνάρκησεν, οὐκ ἠρυθρίασεν, οὐκ εὐθὺς ἰδὼν συνεχύθη, ἀλλ' ὥσπερ οἱ διαφοροῦντες τὴν γῆν οὕτω τὰ τεθειμένα μέλη διέσπασέ τε καὶ μετεκόμισεν. Ὁρᾶτε τοὺς μεγάλους τύμβους ἐκείνους, ὧν ἕκαστος βραχεῖ τινι διαφράγματι κατὰ τὸ μέσον διῄρηται; τεκμαίρομαι τοῦτο φιλίας σύμβολον ἀρραγοῦς. ἢ γὰρ ἑταιρίας ἐστὶν ἕνωσις ὁμοῦ καὶ διάζευξις ἢ συζυγίαν ἀρίστην κατηγορεῖ καὶ φιλτάτων μελῶν καὶ μετὰ θάνατον μῖξιν ἀνέπαφον. καὶ ἔκειντο ὲν θατέρῳ μὲν ὁ ἀνὴρ μέρει, ἐν θατέρῳ δὲ ἡ γυνή, ἵν' ὁμοῦ συνταφέντες καὶ συναναστῶσιν ἠχησάσης ἄνω τῆς σάλπιγγος. ἀλλ' ὁ τῆς εἰρήνης μυσταγωγὸς καὶ τῶν θεσμῶν ἀκριβὴς φύλαξ βασκαίνει τῇ καλῇ ταύτῃ συζυγίᾳ καὶ μετὰ θάνατον, καὶ διαιρεῖ ἀπ' ἀλλήλων, οὓς καὶ νόμος συνῆψε καὶ γνώμη συνήγαγε, καὶ ἀπαλλοτριοῖ τὴν ἕνωσιν, καὶ γῆθεν ἀναρρήξας προτέθεικε δημοσίᾳ, ὁπόσον οὐδὲ τοῦ ἡλίου ἐφικνεῖται ἀκτίς. ἀμφίβολον πεποίηκε τῷ πολλῷ πλήθει καὶ τὴν ἀνάστασιν, εἰς κόνιν ἀναλύσας τὸν σχηματισμὸν τῶν μελῶν· ἐβάσκηνε τούτοις καὶ τῶν ἐλπίδων καὶ ἀμφήριστον τὴν ὁμολογίαν πεποίηκε. τί πρῶτον θρηνήσω; τί δὲ ὕστατον ἀποδύρωμαι; τοῦ ναοῦ τὴν κατάλυσιν; τοῦ ἁγιάσματος τὴν καθαίρεσιν; τὴν τῶν θείων εἰκόνων ἀναίρεσιν; τὴν καινὴν ταύτην τυμβωρυχίαν; εἶτά με ἐρωτᾶτε, ἀντὶ ποίων ἀδικημάτων τὸ καθαρτήριον αὐτῷ πόμα κεκέρασται; ἀντὶ τῶν ναῶν οὓς κατέστρεψεν; ἀντὶ τῶν εἰκόνων ἃς ἀνεῖλεν; ἀντὶ τῶν ἀδύτων ἃ κατηδάφισεν; ἀντὶ τῶν ἱερῶν ἃ σεσύληκεν; ἀντὶ τῶν τύμβων οὓς ἀνώρυξεν; ἀντὶ τῶν σωμάτων ἃ διέσπειρεν; εἰ γὰρ οὐδὲ πρὸς οὐδὲ ἓν τούτων ἀρκοῦσαν ἔστιν εὑρεῖν τιμωρίαν, ἐπὶ πᾶσι πόσοις ἂν θανάτοις ἀναιρεθείη; εἰ γὰρ μόνον τὸν ναὸν καταστρέψας ὡς ἀσεβήσας ἐκρίνετο, τὰ λοιπὰ προσθεὶς ἐξαιρεθείη ἂν τοῦ ἐγκλήματος; ἐγὼ δὲ οὐδ' εὑρεῖν δεδύνημαι οὔτ' ὄνομα, ᾧ τοῦτον ἐνταῦθα καλέσαιμι, οὔτ' ἔγκλημα, ὑφ' ὃ ὑπάγοιμι. ἀλλ' ὥσπερ εἴ τις σύνθετον ζῷον ἰδὼν κατὰ τὴν μυθευομένην ἐκείνην χίμαιραν πολλαῖς μὲν καὶ διαφόροις διαπεπλασμένον ταῖς κεφαλαῖς, οὐδὲν δὲ ἧττον καὶ τὰ κατόπιν διῃρημένον, οὐκ ἂν εἴποι, τί ποτέ ἐστι τὸ ὁρώμενον-τοῦτο δὴ κἀγὼ ἐνταυθοῖ πέπονθα-οὕτω δὴ πολυμιγές τι κακὸν τὸ δεικνύμενον καὶ οὐκ ἄν τις ῥᾳδίως κατονομάσειεν. Ἀλλά τις ἴσως ἐρεῖ μὴ τυμβωρυχίαν εἶναι τὸ γεγονός, ὅτι μή τι τῶν ἐγκειμένων ταῖς θήκαις ἢ ἐξεφόρησεν ἢ ἐβούλετο ἐκφορεῖν. οὐ διαφέρομαι. ἐκεῖνο μὲν γὰρ νεκροσυλία, τοῦτο δὲ ἄντικρυς τυμβωρυχία, καὶ ὥσπερ ὁ τοῖχον διορύττων τοιχωρύχος ἐστίν, οὕτως ὁ τύμβον <διορύττων> τυμβωρύχος ἂν εἰκότως κληθείη. εἰ δ' οὐκ εἶχε τὴν πιέζουσαν ἀνάγκην, τοσοῦτον μᾶλλον κακίων, ὅσον τοῖς μὲν ἐκείνως τυμβωρυχοῦσι τὸ πιέζεσθαι χρῄζει τὴν ἀπολογίαν, ἐνταυθοῖ δὲ ἀπροφάσιστος ἡ παρανομία· κἂν ἀντέχῃ ἔτι τοῦ πιέζεσθαι, ἐγώ