προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
δυναμένους πι στεύειν 〚διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πο νηροῦ〛 οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ 〚καὶ εἰ πόντας· «Υἱὲ ∆αβίδ, ἐλέησον ἡμᾶς» καὶ ἀξιώσαντας ἀναβλέψαι〛. περὶ δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ. 93 Καὶ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον, ὅτι δύο πράγματα λέγεται περὶ τοῦ σωτῆρος. πρότερον μὲν ὃ καὶ πρότερον γίνεται, πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ' ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ [τῷ τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν' οὕτως ἴδῃ τὸν Ἰησοῦν, καὶ ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φι λίππῳ· «∆εῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν» εἶπεν ὁ Ἰησοῦς· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς «ἐμὲ ἑώρακε τὸν πατέρα». πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι' ἣν οὔτε ὁμοίως τῷ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς «τὸν πέμψαντά με» εἴρηται τὸ «Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» οὔτε παραπλησίως τῷ «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» λέλεκται τὸ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ «ἀλλ' εἰς τὸν πέμψαντά με». πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ' εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ πατέρα. οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ «Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ» τὸ «Ἰησοῦς δὲ ἔκραξε καὶ «εἶπε»· μεγάλη γὰρ ἡ περὶ τούτων ἦν μυστικὴ φωνή. ὅτι δὲ δυνα τὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· «Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας «αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν «ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς». πρόσχες γὰρ ἐπι μελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλή θειαν ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ «Ἐὰν μείνητε ἐν τῷ λόγῳ «τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν». 94 Ἔλαμψε μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσ μου σωτήρ· οἳ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδὲ τῇ σε λασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. καὶ τοῦτο λέγοιτ' ἂν τετυφλῶσθαι καὶ πεπω ρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπα τεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσε· τοὺς Ἰουδαίους, καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λύμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον. ὥσπερ γὰρ ὁ αἰσθητὸς ἥλιος λαμ πρὰς ἐναφιεὶς τὰς ἀκτῖνας ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς