Σύρος πενταπήχης ἦν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ' εἴσω καὶ πρὸς τὸ βλαισὸν ὑποκαμπτομένων· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα. ὁ δὲ Αἰγύπτιος οὕτω κατεβραχύνετο, ὥστε μηδ' ἀχαρίστως τοὺς ἐν τοῖς κλουβοῖς πέρδικας ἐκμιμεῖσθαι, καὶ συναθύρειν αὐτῷ πρὸς ἔριν ἐκείνους. τὸ δὲ παραδοξότερον ὅτι καὶ φρόνησις ἐνῆν τῷ ἀνθρώπῳ, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη· καὶ γὰρ καὶ τὸ φθέγμα οὐκ ἄμουσος ἦν καὶ οἱ λόγοι τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γενναιότητα. ἑκάτερος δὲ τῶν εἰρημένων τοῖς τοῦ συγγραφέως χρόνοις ἐνήκμασαν, καὶ οὐ θᾶττον μετῆλθον τὸν βίον. ὁ μὲν γὰρ μέγιστος τὰ εἰκοσιπέντε διεξιὼν ἔτη ἀπεβίω, ὁ δ' ἐλάχιστος οὐκ ὀλίγῳ καὶ τούτων λειπόμενος. Πολλὰ δὲ καὶ ἕτερα τέρατα, τὰ μὲν τοῖς εἰρημένοις ὁμόχρονα, τὰ δὲ καὶ προγεγενημένα, ταῖς ἱστορίαις αὐτοῦ καταστρώννυσιν. 10.12 Ὅτι τῆς τετράδος καὶ παρασκευῆς τὴν νηστείαν ὁ Φιλοστόργιός φησι οὐκ ἐν μόνῃ τῇ τῶν κρεῶν ἀποχῇ περιορίζεσθαι, ἀλλὰ καὶ τὸ μηδὲ τροφῆς ὅλως ἅπτεσθαι μέχρι τῆς ἑσπέρας κανονίζεσθαι. λέγει γὰρ περί τινος Εὐδοξίου, συναιρεσιώτου μέν, πρεσβυτέρου δὲ τὴν τάξιν, ἐψιλωμένου δὲ τῶν δι' ὧν ἡ διαδοχὴ τοῦ γένους, τοιάδε· «Νηστευτικός τε οὗτος ἦν, ὡς καὶ παρ' ὅλον μὲν τὸν χρόνον μὴ μόνον τὰς κατὰ διάταξιν τὴν μνήμην τοῦ κυριακοῦ πάθους φερούσας ...» 11.τ ΕΚ ΤΗΣ ΕΝ∆ΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 11.1 ... ἄρκτων καὶ λεόντων χρήσασθαι, αὐτοῦ τε τοῦ ζῆν καὶ τῆς ἀρχῆς καὶ τῶν ἐπὶ τοῖς θηρίοις ἄθλων, εἰκοστὸν ἀπὸ γενέσεως διανύων ἔτος, ἀπεφθάρη. ἦν δὲ καὶ τὸν θυμὸν ἀκράτωρ, ὃ καὶ μάλιστα τοῦ ζῆν αὐτὸν ἐξεδίσκευσεν. διαλεγόμενος γάρ ποτε κατὰ τὸ παλάτιον τῷ Ἀρβαγάστῃ, ἐπείπερ αὐτὸν οἱ λόγοι πρὸς ὀργὴν ἀνέσειον, ξίφος ὥρμησε κατὰ τοῦ στρατηγοῦ σπάσασθαι· κωλυθεὶς δέ (ὁ γὰρ δορυφόρος ἐπέσχεν, οὗ τὸ ξίφος ἕλκειν ἐπεβάλλετο), κατὰ τὸ παρὸν λόγοις μὲν ἐπειρᾶτο τῆς ὑπονοίας τὸν Ἀρβαγάστην ἀπάγειν. ὁ δὲ διὰ τῶν λόγων τὴν ὑπόνοιαν αὐτοῦ μᾶλλον εὗρεν εἰς ἀκρίβειαν μεθισταμένην γνώσεως. καὶ γὰρ ἐπερωτήσαντι τῆς τοσαύτης ὁρμῆς τὴν αἰτίαν ἑαυτὸν διαχρήσασθαι Οὐαλεντινιανὸς ὑπεκρίνατο, διότι βασιλεύων οὐδὲν ὧν ἂν βούλοιτο πράττει. ὁ δὲ Ἀρβαγάστης, οὐδὲν πλέον τότε πολυπραγμονήσας, ὕστερον ἐν Βιέννῃ τῆς Γαλλίας ἠριστηκότα τὸν βασιλέα καὶ μεσούσης ἡμέρας κατὰ τὰ ἔρημα τῶν βασιλείων † ἐπὶ τὸν ποταμὸν τὸ χεῖλος οἷς ἐματαιοσπούδει καλινδούμενον θεασάμενος, πέμπει τινὰς κατ' αὐτοῦ τῶν ὑπασπιστῶν. οἱ δὲ τὸν δείλαιον χειρῶν ἰσχύϊ καὶ γνώμης ἀποπνίγουσιν ἀγριότησιν, οὐδὲ τῶν ὑπηρετουμένων τῷ βασιλεῖ τινος παρόντος. ὁ γὰρ καιρὸς αὐτοὺς ἀριστᾶν μετεπέμπετο. οἱ μέντοι γε τοῦτον ἀποπνίξαντες, ἵνα μὴ τὸ παραυτίκα πρὸς ζήτησίν τινες χωρήσωσι τῶν ἐργασαμένων, τὸ ἡμιτύβιον αὐτοῦ τῷ τραχήλῳ βρόχου τρόπον περιελίξαντες ἀναρτῶσιν, ὡς δι' αὐτοῦ γε τῇ οἰκείᾳ γνώμῃ ἀπαγξαμένου. 11.2 Ὅτι Ἀρβαγάστης τὸν Οὐαλεντινιανὸν ἀνελών, ἐπεὶ τὸ γένος 11.2 αὐτὸν τῆς βασιλείας ἀπεκώλυσεν (βάρβαρος γὰρ ἦν αὐτὸν ὁ φυσάμενος), Εὐγένιόν τινα, μάγιστρον τὴν ἀξίαν, Ἕλληνα δὲ τὸ σέβας, βασιλέα Ῥωμαίων καθίστησι. μαθὼν δὲ ταῦτα Θεοδόσιος θατέρῳ μὲν τῶν παίδων Ὀνωρίῳ τὸν βασίλειον παρατίθησι στέφανον, ἐν ὅλῳ δὲ τῷ χειμῶνι τὰ πρὸς τὸν πόλεμον αὐτὸς ἐξαρτύεται. ἦρος δὲ ὑποφαίνοντος, ἐκστρατεύει κατὰ τοῦ τυράννου· καὶ ταῖς Ἄλπεσι προσβαλὼν ἐκράτησεν αὐτῶν προδοσίᾳ. συμπλακέντος δὲ τῷ τυράννῳ κατὰ τὸν ποταμόν (Ψυχρὸν ὕδωρ αὐτῷ τὴν ἐπωνυμίαν ποιοῦνται), καὶ μάχης καρτερᾶς γενομένης καὶ πολλῶν ἑκατέρωθεν ἀπολλυμένων, ὅμως ἡ νίκη τὸν τύραννον μυσαχθεῖσα τὴν ἔννομον βασιλείαν συνδιεκόσμει. συλλαμβάνεται τοίνυν ὁ τύραννος καὶ τῆς κεφαλῆς ἀποτέμνεται. ὁ μέντοι Ἀρβαγάστης τῆς σωτηρίας ἀπογνούς, ἐπιπεσὼν ἀναιρεῖ ἑαυτὸν τῷ ξίφει. μετὰ δὲ ταῦτα παραγεγονὼς ὁ βασιλεὺς ἐν Μεδιολάνῳ μεταπέμπεται τὸν ἑαυτοῦ παῖδα Ὀνώριον καὶ τὴν Ἑσπέρανἐγχειρίζει πᾶσαν. μετὰ δὲ τὴν κατὰ τοῦ τυράννου νίκην τῇ