Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρις χάρις εἶναι. πάλιν· εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον ἔργον. Rο+m11,11-15 Ἐπειδὴ τῶν προσπταιόντων οἱ μὲν πταίοντες ὑποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσιν, θέλων τοὺς Ἰουδαίους ἅμα μὲν τῆς πολλῆς ἀθυμίας ὡς προϋβρισμένους ἀπαγαγεῖν, ἅμα δὲ καὶ ἐπὶ τὴν πίστιν προτρέψασθαι, φησὶν ὅτι τὸ πταῖσμα αὐτῶν οὐχὶ εἰς κατάπτωσιν 525 τελείαν γέγονεν, ἀλλὰ μόνον οἷον ὑπεσκελίσθησαν. καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ διά τινα οἰκονομίαν συνεχωρήθη, ἵνα ἐν τῷ ἐκείνων παραπτώματι γένηται ἡ σωτηρία τοῖς ἔθνεσιν, γένηται δὲ καὶ αὐτῶν ἐκείνων ἡ ἀνόρθωσις παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ παραπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν αὐτῶν συντελεῖ, εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν, ἐν δὲ τῇ σωτηρίᾳ ἡ παραζήλωσις, διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἀνόρθωσις· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ ἄρρητος καὶ ἀκατάληπτος πρόνοια καὶ οἰκονομία, ἐξ ἀπόρων πόρους παρέχει καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα. οἱ μὲν γὰρ Ἰουδαῖοι ἔπταισαν ὥστε καὶ πεσεῖν καὶ κεῖσθαι καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινος γενήσεσθαι αἴτιοι, ὁ δὲ θεὸς τῷ ἐκείνων παραπτώματι καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν ἀπεχρήσατο καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἀπὸ τοῦ πτώματος ἐπανόρθωσιν. ὥστε οὐκ ἔπταισανταῦτα τοῦ θεοῦ οἰκονομοῦντος ἵνα πέσωσιν, ἀλλ' ἔπταισαν ἵνα διορθώσωνται· μᾶλλον δέ, ὡς αὐτός φησιν, ἵνα πλοῦτος κόσμου γένηται καὶ πλοῦτος ἐθνῶν. καὶ ἐκ τούτου πάλιν τελεία καταλλαγὴ κόσμου καὶ τελεία πάντων ἀναβίωσις, οὐ μόνον τῶν προσπταισάντων ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων. καὶ ὅρα· ἀρχόμενος μὲν πταῖσμα τὴν ἀπείθειαν ἐκάλει τῶν Ἰουδαίων, εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν καὶ ἐπῆρεν αὐτοὺς πλοῦτον ἐθνῶν καλῶν καὶ καταλλαγὴν κόσμου καὶ σάρκα οἰκείαν, τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶν δεικνύει, νεκροὺς αὐτοὺς διὰ ταύτης ἀποφαινόμενος γενέσθαι. ἀλλὰ καὶ τοῦτο λίαν θαυμαστῶς ποιεῖ καὶ σοφῶς· ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ἁπλῶς ὀνομασθῆναι λίαν ἦν πικρὸν καὶ καταφορικὸν καὶ εἰς ὕβριν μᾶλλον ἢ παραίνεσιν συντελοῦν, οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ καὶ ἐν τάξει ἐπαίνου προάγει λέγων· τίς ἡ πρόσληψις αὐτῶν εἰ μὴ ζωὴ ἐκ νεκρῶν; διὰ μὲν τοῦ ζωὴ τὸ εὐφραῖνον τιθείς, διὰ δὲ τοῦ ἐκ νεκρῶν ὑποσημαίνων ὅτι ἡ ἀπείθεια αὐτῶν νέκρωσις ἦν. εἶτα εἰπὼν ὅτι τὸ παράπτωμα αὐτῶν σωτηρία γέγονε τῶν ἐθνῶν, ἐφεξῆς ἐκ τούτου μᾶλλον ἐπιχειρεῖ ὅτι πάντως καὶ αὐτῶν ἔσται σωτηρία. προαγαγὼν δὲ τὸ ἐπιχείρημα, ἐπειδὴ ὡς ἔθος αὐτῷ πρὸ τοῦ ἀπαρτίσαι τὴν περίοδον περιβολαῖς ἐχρήσατο διὰ τοῦ ὑμῖν γὰρ λέγω καὶ ἑξῆς, πάλιν ἐπαναλαμβάνει τὸ ἐπιχείρημα καί φησιν· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς. καὶ σημείωσαι ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπαναλήψεσιν οὐχ οὕτω γυμνῶς καὶ ὡς ἐπεχείρησε πάλιν ἐπαναλαμβάνει, ἀλλ' ἢ μετὰ αὐξήσεως ἢ μετὰ τελειοτέρας διακαθάρσεως ἢ ἐμφαντικώτερον, καὶ ἁπλῶς ἄνευ τινὸς σχηματισμοῦ καὶ διαμορφώσεως σπανιάκας εὕροις ἂν αὐτὸν καίτοι συνεχῶς σχεδόν τι χρώμενον, τῇ ἐπαναλήψει κεχρημένον. 526 Πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν, οἷον· τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ οὖν καὶ τούτων ἐλλειπόντων πλοῦτος κόσμου, φησί, γέγονε καὶ πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν. Rο+m11,15 Τὸ γὰρ εἰ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, ἢ ἐπανάληψίς ἐστι τοῦ εἰ δὲ τὸ παράπτωμα αὐτῶν, ὡς προείπομεν, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς, ὡς ἂν εἴ τις ἔλεγεν· τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰουδαίων; τί λέγεις· εἴ πως παραζηλώσω τὴν σάρκα μου καὶ σώσω τινὰς ἐξ αὐτῶν; τί ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί, φησίν· προσήκει μοι σπεύδειν καὶ