ἀπειρίαν τῆς θείας δυνάμεως πρόεισι, πολλαπλασιάζον ἑαυτὸ καὶ διὰ πάντων χωροῦν, καὶ τὸ ἀνέκλειπτον ἐν ταῖς τῶν δευτέρων προόδοις διαφερόντως ἐπιδεικνύμενον. τὸ γὰρ πληθύνειν τὰ προϊόντα καὶ ἀπὸ τῆς ἐν ταῖς αἰτίαις κρυφίας περιοχῆς προάγειν εἰς ἀπογεννήσεις τίνος ἐξαίρετόν ἐστιν ἢ τῆς ἀπείρου τῶν θεῶν δυνάμεως, δι' ἣν πάντα γονίμων ἀγαθῶν πεπλήρωται τὰ θεῖα, παντὸς τοῦ πλήρους ἄλλ' ἀφ' ἑαυτοῦ παράγοντος κατὰ τὴν ὑπερπλήρη δύναμιν; γεννητικῆς οὖν θεότητος ἴδιον ἡ τῆς δυνάμεως ἐπικράτεια, πολλαπλα σιάζουσα τὰς τῶν γεννωμένων δυνάμεις καὶ γονίμους ἀπεργα ζομένη καὶ ἀνεγείρουσα πρὸς τὸ γεννᾶν ἄλλα καὶ ὑφιστάνειν. εἰ γὰρ ἕκαστον τῆς οἰκείας ἰδιότητος, ἣν ἔχει πρώτως, τοῖς ἄλλοις μεταδίδωσι, πᾶν δήπου τὸ γόνιμον καὶ τοῖς μεθ' ἑαυτὸ τὴν γόνιμον ἐνδίδωσι πρόοδον καὶ τὴν ἀπειρίαν ἐνεικονίζεται τὴν τῶν ὅλων ἀρχέγονον, ἀφ' ἧς πᾶσα γεννητικὴ προῆλθε δύναμις, τὰς ἀεννάους τῶν θείων προόδους ἐξῃρημένως ἀπορρέουσα. 153 Πᾶν τὸ τέλειον ἐν τοῖς θεοῖς τῆς θείας ἐστὶ τελειότητος αἴτιον. ὡς γὰρ ἄλλαι τῶν ὄντων εἰσὶν ὑποστάσεις, ἄλλαι τῶν ὑπερ ουσίων, οὕτω δὴ καὶ τελειότητες ἄλλαι μὲν αἱ τῶν θεῶν αὐτῶν κατὰ τὴν ὕπαρξιν, ἄλλαι δὲ αἱ τῶν ὄντων δεύτεραι μετ' ἐκείνας· καὶ αἱ μὲν αὐτοτελεῖς καὶ πρωτουργοί, διότι καὶ τὸ ἀγαθὸν ἐν ἐκείνοις πρώτως, αἱ δὲ κατὰ μέθεξιν ἔχουσαι τὸ τέλειον. ἄλλη μὲν οὖν διὰ ταῦτα ἡ τῶν θεῶν τελειότης καὶ ἄλλη τῶν ἐκθεου μένων. τὸ δὲ ἐν τοῖς θεοῖς πρώτως τέλειον οὐ μόνον τοῖς ἐκθεουμένοις τῆς τελειότητος αἴτιον, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτοῖς. εἰ γάρ, ᾗ τέλειον ἕκαστον, ἐπέστραπται πρὸς τὴν οἰκείαν ἀρχήν, τὸ πάσης τῆς θείας ἐπιστροφῆς αἴτιον τελεσιουργόν ἐστι τοῦ τῶν θεῶν γένους. 154 Πᾶν τὸ φρουρητικὸν ἐν τοῖς θεοῖς ἕκαστον ἐν τῇ οἰκείᾳ τάξει διαφυλάττει τῶν δευτέρων ἑνοειδῶς ἐξῃρημένον καὶ τοῖς πρώτοις ἐνιδρυμένον. εἰ γὰρ ἡ φρουρὰ τὸ τῆς ἑκάστου τάξεως μέτρον ἀτρέπτως διασώζει καὶ συνέχει πάντα τὰ φρουρούμενα ἐν τῇ οἰκείᾳ τελειότητι, πᾶσιν ἐνδίδωσι τὴν ἀπὸ τῶν καταδεεστέρων ὑπερ οχήν, καὶ ἄμικτον ἕκαστον ἵστησιν ἐφ' ἑαυτοῦ μονίμως, καθαρότητος ἀχράντου τοῖς φρουρουμένοις αἴτιον ὑπάρχον, καὶ ἐνιδρύει τοῖς ὑπερτέροις. τέλειον γὰρ πᾶν ἐστι τῶν μὲν πρώτων ἀντεχόμενον, ἐν ἑαυτῷ δὲ μένον, καὶ τῶν καταδεεστέρων ὑπερηπλωμένον. 155 Πᾶν μὲν τὸ ζωογόνον ἐν τοῖς θείοις γένεσιν αἴτιον γεννητικόν ἐστιν, οὐ πᾶσα δὲ ἡ γόνιμος τάξις ζωογόνος ἐστίν· ὁλικωτέρα γὰρ ἡ γεννητικὴ τῆς ζωογονικῆς καὶ ἐγγυτέρω τῆς ἀρχῆς. ἡ μὲν γὰρ γέννησις τὴν εἰς πλῆθος τὰ ὄντα προάγουσαν αἰτίαν δηλοῖ, ἡ δὲ ζωογονία τὴν χορηγὸν ἁπάσης ζωῆς θεότητα παρίστησιν. εἰ οὖν ἡ μὲν τῶν ὄντων πολλαπλασιάζει τὰς ὑποστάσεις, ἡ δὲ τὰς τῆς ζωῆς προόδους ὑφίστησιν, ὡς ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως ἡ γεννητικὴ τάξις ἕξει πρὸς τὴν ζωογόνον σειράν. ὁλικωτέρα δὴ οὖν ἔσται καὶ πλειόνων αἰτία, καὶ διὰ τοῦτο ἐγγυτέρω τῆς ἀρχῆς. 156 Πᾶν μὲν τὸ τῆς καθαρότητος αἴτιον ἐν τῇ φρουρητικῇ περιέχεται τάξει, οὐκ ἔμπαλιν δὲ πᾶν τὸ φρουρητικὸν τῷ καθαρτικῷ γένει ταὐτόν. ἡ μὲν γὰρ καθαρότης τὸ ἀμιγὲς ἐνδίδωσι πρὸς τὰ χείρονα πᾶσι τοῖς θεοῖς καὶ τὸ ἄχραντον ἐν τῇ προνοίᾳ τῶν δευτέρων, ἡ δὲ φρουρὰ καὶ τοῦτο ἀπεργάζεται καὶ ἐν ἑαυτοῖς πάντα συνέχει καὶ σταθερῶς ἐντίθησι τοῖς ὑπερτέροις. ὁλικώτερον ἄρα τοῦ καθαρτικοῦ τὸ φρουρητικόν ἐστιν· ἴδιον γὰρ ἁπλῶς φρουρᾶς μὲν τὸ τὴν αὐτὴν ἑκάστου τάξιν διατηρεῖν πρός τε ἑαυτὸ καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτό, καθαρότητος δὲ τὸ ἐξαιρεῖν τῶν καταδεεστέρων τὰ κρείττονα. ταῦτα δέ ἐστι πρώτως ἐν τοῖς θεοῖς. τοῦ γὰρ ἐν πᾶσιν ὄντος δεῖ μίαν αἰτίαν προηγεῖσθαι· καὶ ὅλως πάντων τῶν ἀγαθῶν τὰ ἑνοειδῆ μέτρα παρ' ἐκείνοις προείληπται, καὶ οὐδέν ἐστιν ἐν τοῖς δευτέροις ἀγαθόν, ὃ μὴ προϋφέστηκεν ἐν τοῖς θεοῖς (πόθεν γὰρ ἔσται τοῦτο, καὶ τίνα ἕξει τὴν αἰτίαν;). ἐν ἐκείνοις ἄρα καὶ ἡ καθαρότης πρώτως, ἀγαθὸν οὖσα, καὶ ἡ φρουρὰ καὶ πᾶν ὅ τι τοιοῦτον. 157 Πᾶν μὲν τὸ πατρικὸν αἴτιον τοῦ εἶναι πᾶσίν ἐστι χορη γὸν καὶ τὰς ὑπάρξεις τῶν ὄντων ὑφίστησι· πᾶν δὲ τὸ δημιουργι κὸν τῆς εἰδοποιίας τῶν