32
Μαρτυροπόλεως τὸ στράτευμα ἄγων, ἐπεὶ Ἀμίδης ὀλίγῳ πλέον ἡμέρας ὁδῷ εὐζώνῳ ἀνδρὶ διειστή3.2.5 κει. ὥσπερ δέ τι πάρεργον ὁδοῦ διαχειρίζων καὶ τῆς ἐφόδου παρενθήκην τινὰ εὐθυωρὸν τὴν πόλιν ἐξεῖλεν, οὐ τειχομαχήσας ἢ προσβολήν τινα ἢ προσεδρείαν πεποιη3.2.6 μένος, ἀλλὰ δηλώσας ὅτι δὴ ἀφίξεται μόνον. εὖ γὰρ εἰδότες οἱ τῇδε ᾠκημένοι ὡς οὐδὲ βραχεῖάν τινα χρόνου στιγμὴν τῷ στρατοπέδῳ ἀνθέξουσιν, ἐπειδὴ ἀγχοῦ τῶν Μήδων στρατὸν ἥκοντα εἶδον, ἅμα Θεοδώρῳ τηνικάδε Σοφανηνῆς σατραπεύοντι καὶ τῆς σατραπείας ἐνδιδυσκομένῳ τὸ σχῆμα, Καβάδῃ προσῆλθον εὐθύς, σφᾶς τε αὐτοὺς καὶ Μαρτυρόπολιν αὐτῷ ἐνδιδόντες, φόρους τε 3.2.7 τοὺς δημοσίους ἐνιαυτοῖν δυοῖν ἐν χερσὶν ἔχοντες. οἷς δὴ ὁ Καβάδης ἡσθεὶς τῆς μὲν πόλεώς τε καὶ χώρας ἁπάσης, ὡς τῇ Περσῶν ἀρχῇ προσηκούσης, ἀπέσχετο, τοὺς δὲ ἀνθρώπους ἀθῴους ἀφῆκεν, οὔτε τι λυμηνάμενος οὔτε τι τῆς πολιτείας μεταβαλών, ἀλλὰ Θεόδωρον αὐτὸν σατράπην αὐτοῖς ἐπιστήσας καὶ αὐτῷ ἅτε οὐ γεγονότι ἀγνώμονι τὰ σύμβολα ἐγκεχειρικὼς τῆς ἀρχῆς, ὡς τὴν χώραν 3.2.8 φυλάξοντι Πέρσαις. οὕτω τε τὸ στράτευμα πρόσω ἀπαγαγὼν πολιορκίᾳ τε Ἄμιδαν ἐξελὼν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνεν, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων 3.2.9 ἐρρήθη. βασιλεύς τε Ἀναστάσιος ἐξεπιστάμενος ὡς οὐχ οἷόν τε ἦν Μαρτυρόπολιν ὀχύρωμα οὐδὲν ἔχουσαν ἐκ πολεμίων διασώσασθαι προσβολῆς, οὐχ ὅπως ἐπὶ Θεόδωρόν τε καὶ Σοφανηνοὺς ἠγανάκτησεν, ἀλλὰ καὶ χάριτας αὐτοῖς 3.2.10 τῆς πράξεως ἔχειν ὡμολόγει πολλάς. ταύτης οὖν τῆς Μαρτυροπόλεως τοῦ περιβόλου ἐτύγχανε τὸ μὲν πάχος διῆκον ἐς πόδας μάλιστα τέσσαρας, τὸ δὲ ὕψος ἄχρι ἐς εἴκοσιν· ὥστε τοῖς πολεμίοις αὐτὸν οὐ τειχομαχοῦσιν οὐδὲ μηχανὰς προσβάλλουσι μόνον εὐέφοδον εἶναι, ἀλλὰ καὶ ἐσπηδῆσαι ἱκανῶς πρόχειρον. 3.2.11 ∆ιὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἐπενόει τάδε· τοῦ περιβόλου ἐκτὸς τὴν γῆν διορύξας, θεμέλιά τε ταύτῃ ἐνθέμενος τείχισμα ᾠκοδομήσατο ἕτερον ἐς ποδῶν πάχος διῆκον τεττάρων, χώραν διαλιπὼν μεταξὺ τεττάρων ἑτέρων τὸ εὖρος, ἐς ὕψος δὲ καὶ τοῦτο ἀναστήσας ποδῶν εἴκο3.2.12 σιν, ἴσον τῷ προτέρῳ παντάπασιν ἐσκευάσατο εἶναι. μετὰ δὲ λίθους τε καὶ τίτανον ἐς χῶρον τὸν μεταξὺ τείχους ἑκατέρου ἐμβεβλημένος ἐς μίαν τινὰ οἰκοδομίαν δυοκαίδεκα τὸ πάχος ποδῶν τὸ ἔργον τοῦτο ἀποτετόρνευται. 3.2.13 ὕπερθέν τε κατὰ πάχος τὸ αὐτὸ μάλιστα ἐς ὕψος τοσοῦ3.2.14 τον ἐντέθεικεν, ὅσον ξυνέβαινε τὸ πρότερον εἶναι. ἀλλὰ καὶ προτείχισμα λόγου πολλοῦ ἄξιον τῇ πόλει δεδημιούργηκε καὶ τὰ ἄλλα ἁπλῶς ἅπαντα οἷς δὴ πόλεως ὀχύρωμα διασώζεται. 3.3.1 Ἐκ δὲ Μαρτυροπόλεως ἐς δύοντά που τὸν ἥλιον ἰόντι χωρίον ἐστὶ Φεισὼν ὄνομα ἐν Ἀρμενίᾳ μὲν καὶ αὐτὸ κείμενον τῇ Σοφανηνῇ καλουμένῃ, Μαρτυροπόλεως δὲ 3.3.2 ὀλίγον ἔλασσον ἢ ὁδῷ ἡμέρας διέχον. τούτου δὲ τοῦ χωρίου ἐπέκεινα, ὅσον ἐκ σημείων ὀκτὼ μάλιστα, ὄρη ἀπότομα καὶ παντάπασιν ἀδιέξοδα ξυνιόντα ἐς ἄλληλα στενωποὺς ἀπεργάζονται δύο, ἄγχιστά πη ἀλλήλοιν ὄν3.3.3 τας οὕσπερ νενομίκασι Κλεισούρας καλεῖν. τοὺς δὲ ἐκ Περσαρμενίας ἐπὶ Σοφανηνὴν πορευομένους, εἴτε ἐξ αὐτῶν τῶν Περσικῶν ὁρίων εἴτε διὰ τοῦ Κιθαρίζων φρουρίου ἴοιεν, ἀμήχανά ἐστιν ὅτι μὴ διὰ τούτων δὴ τῶν δύο στεν3.3.4 ωπῶν ἐνταῦθα γενέσθαι. καλοῦσι δὲ αὐτῶν οἱ ἐπιχώριοι Ἰλλυρισὸν μὲν τὸν ἕτερον, τὸν δὲ ἄλλον Σαφχάς. 3.3.5 ὅπως μὲν οὖν ἀναστέλλοιτο τοῖς πολεμίοις ἡ ἐνταῦθα ὁδὸς ἀσφαλείας τε αὐτῆς καὶ τῆς ἄλλης ἐπιμελείας ἄξια ἐν τοῖς μάλιστα τὰ χωρία ταῦτα ὄντα ἐτύγχανεν. ἀλλὰ καὶ ὣς ἀφύλακτα τὸ παράπαν μεμένηκε τοῖς πρόσθεν ἀν3.3.6 θρώποις. βασιλεὺς δὲ Ἰουστινιανὸς ἔν τε τῷ Φεισὼν κἀν τοῖς στενωποῖς ὀχυρώματά τε ἀξιοθέατα καὶ στρατιωτῶν φρουρὰν ἀνανταγώνιστον καταστησάμενος, ἄβατον βαρβάροις τὴν χώραν διεπράξατο παντάπασιν εἶναι. τὰ μὲν οὖν ἐπὶ χώρας τῆς Σοφανηνῆς καλουμένης τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. 3.3.7 Ἐν δὲ τῷ Κιθαρίζων χωρίῳ, ὅπερ ἐπὶ Ἀσθιανίνης τῆς καλουμένης ἐστί, φρούριον οὐ πρότερον ὂν ἐν χώρῳ λοφώδει ὑπερφυές τε καὶ δαιμονίως ἄμαχον