1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

32

λυθήσεσθε, τῆς ἐμῆς βουλήσεως τυχόντες." Καίτοι γε Ὁμήρῳ τἀναντία δοκεῖ· ἀθανάτους γὰρ αὐτοὺς πανταχῇ προσονομάζει· οὐ γὰρ σῖτόν φησιν ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον· τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. 3.71 Τοσαύτη παρὰ τοῖς ποιηταῖς καὶ φιλοσόφοις περὶ τῶν οὐκ ὄντων μέν, καλουμένων δὲ θεῶν διαμάχη. Τούτοις καὶ νεὼς ἐδο μήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλ 3.72 ματα τῆς θείας προσηγορίας ἠξιώσαν. Τούτου δὲ τοῦ πλάνου κατηγορῶν Ξενοφάνης ὁ Κολοφώνιος τοιάδε φησίν· ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, καὶ ἴσην τ' αἴσθησιν ἔχειν φωνήν τε δέμας τε. Καὶ πάλιν· ἀλλ' εἴ τοι χεῖρας εἶχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καὶ θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ' οἷόνπερ καὐτοὶ δέμας εἶχον ὅμοιον. 3.73 Εἶτα σαφέστερον κωμῳδῶν τήνδε τὴν ἐξαπάτην, ἀπὸ τοῦ χρώ ματος τῶν εἰκόνων διελέγχει τὸ ψεῦδος. Τοὺς μὲν γὰρ Αἰθίοπας μέλανας καὶ σιμοὺς γράφειν ἔφησε τοὺς οἰκείους θεούς, ὁποῖοι δὴ καὶ αὐτοὶ πεφύκασι, τοὺς δέ γε Θρᾷκας γλαυκούς τε καὶ ἐρυθρούς, καὶ μέντοι καὶ Μήδους καὶ Πέρσας σφίσιν αὐτοῖς ἐοικότας, καὶ Αἰγυπτίους ὡσαύτως αὐτοὺς διαμορφοῦν πρὸς τὴν οἰκείαν μορ 3.74 φήν. Ταῦτα ξυνορῶν καὶ Ζήνων ὁ Κιτιεὺς ἐν τῷ τῆς Πολιτείας ἀπαγορεύει βιβλίῳ καὶ ναοὺς οἰκοδομεῖν καὶ ἀγάλματα τεκταί νειν· οὐδὲν γὰρ εἶναι τούτων φησὶ θεῶν ἄξιον κατασκεύασμα. Ὁ δέ γε Πλάτων οὐ πάμπαν ἀπηγόρευσε τοῦτο ποιεῖν, τὴν Ἀθη ναίων φιλοτησίαν, ὡς ἔοικεν, ὀρρωδήσας καὶ τὸ τῷ Σωκράτει 3.75 προσενεχθὲν ὑφορώμενος κώνειον· σκώπτει δὲ ὅμως καὶ αὐτὸς τῆς ἀγαλματοποιΐας τὰ πλεῖστα καί φησιν· "Μηδεὶς οὖν ἕτερος ἱερὰ καθιερούτω θεοῖς· χρυσός τε καὶ ἄργυρος ἐν ἄλλαις τε πόλεσιν ἰδίᾳ καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα· ἐλέφας δέ, ἀπολελοιπότος ψυχὴν σώματος, οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλινα δέ, ὅ τι ἂν ἐθέλῃ τις, 3.76 ἀνατιθέτω καὶ ἐκ λίθου πρὸς τὰ κοινὰ ἱερά." Ὅτι δὲ τὸν Ἀθηναίων δεδιὼς δῆμον οὐ παντελῶς ἀπηγόρευσε τῶν ἀγαλμάτων τὴν ποίησιν, αὐτόθεν καταμαθεῖν εὐπετές. Πρῶτον μὲν γὰρ ἰδίᾳ κατασκευάζειν τινὰ θεῶν εἰκόνας ἐκώλυσεν, ἔπειτα δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς ἐπιφθόνους ὕλας καὶ εἰς ἱεροσυλίαν ἐρεθι ζούσας, ἐξέβαλε· τὸν ἐλέφαντα δὲ δυσαγῆ προσηγόρευσεν· τὸν δέ γε χαλκὸν καὶ τὸν σίδηρον πολέμῳ προσήκειν ἔφησεν, οὐκ ἀγαλματουργίᾳ θεῶν· ἐκ ξύλων δὲ μόνον καὶ λίθων προσέταξε διαγλύφεσθαι, εἰδὼς οἶμαι τὴν ὕλην εὐκαταφρόνητον καὶ πεῖσαι ἱκανὴν τοὺς ὁρῶντας μὴ θείαν νομίζειν μηδὲ σέβειν τὰ εὐτελῆ τε καὶ εὔωνα. 3.77 Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου τὴν αὐτὴν κατη γορίαν τῶν ταῦτα καὶ ποιούντων καὶ προσκυνούντων πεποίηται· "Ξύλον γάρ" φησιν "ἄσηπτον ἐκλέγεται τέκτων· καὶ σοφὸς ζητεῖ, πῶς στήσει αὐτῷ εἰκόνα, καὶ ἵνα μὴ σαλεύηται." Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ 3.78 τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται. "Οὗ τὸ ἥμισυ αὐτοῦ" φησι "κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε καὶ εἶπεν· ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον φῶς· τὸ δὲ ἥμισυ αὐτοῦ ἐποίησε γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται, λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ." Οὕτω σαφῶς αὐτῶν κωμῳδήσας τὴν ἄνοιαν, ἐπήγαγεν· "Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ αὐτοὶ πλανῶνται." 3.79 Ἐγὼ δέ γε τῶν νῦν ἑλληνιζόντων ἐκπλήττομαι τὴν ἀναίδειαν. Αἰσχυνόμενοι γὰρ σωφρονοῦσαν τὴν οἰκουμένην καὶ τῆς προτέρας πλάνης ἀπηλλαγμένην, μύθους εἶναι ψευδεῖς λέγουσι τὰ παρὰ τῶν ποιητῶν περὶ τῶν θεῶν εἰρημένα καὶ οὐκ ἐρυθριῶσιν, ὑφ' ὧν δρῶσι, κατηγορούμενοι. Τὰ γὰρ δὴ κατὰ τοὺς μύθους κατε