32
πειρασμῶν. Μηδεὶς δὲ ἀνάρμοστον ἡγείσθω τὸ συν ετίζεσθαι κατὰ τὴν ἀνθρωπείαν φύσιν τὸν ∆εσπό την Χριστὸν, ἀκούων τοῦ θεσπεσίου Λουκᾶ λέγον τος· "Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις." Ἀκουσάτω δὲ αὐτοῦ πάλιν λέγοντος, ὅτι δειλιάσαντα παρὰ τὸ πάθος, καὶ ἱδρώ σαντα θρόμβους αἵματος, ἄγγελος προσελθὼν ὑπ εστήριξεν. Εἰ δὲ ἀγγελικῆς ἐδεήθη ῥοπῆς, ἵνα δείξῃ τὴν φύσιν τῆς τοῦ δούλου μορφῆς· πολλῷ δήπουθεν παρὰ τῆς ἐνοικούσης θεότητος ἐσοφίζετο. Ἄνθρω πος γὰρ ὢν καὶ Θεὸς, ἐσοφίζετο μὲν ὡς ἄνθρωπος, πηγὴ δὲ σοφίας ἦν ὡς Θεός. ηʹ-ιαʹ. "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. ∆ιὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκη νώσει ἐπ' ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια φθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης, μετὰ τοῦ προσώπου σου· τερπνό της ἐν τῇ δεξιᾷ σου εἰς τέλος." Ταῦτα περιττὸν ἡμᾶς ἑρμηνεύειν, τοῦ θεσπεσίου Πέτρου, τοῦ καὶ τὴν παρὰ τοῦ Πατρὸς, καὶ τὴν παρὰ τοῦ Υἱοῦ, 80.964 καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἀποκάλυψιν δεξαμένου, πάλαι τούτων τὴν ἑρμηνείαν ποιησαμέ νου. Οὗτος γὰρ ἐν Ἰουδαίοις δημηγορῶν, καὶ ταύτην ἐνεγκὼν εἰς μέσον τὴν μαρτυρίαν, οὕτως ἔφη· "Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αβὶδ, ὅτι καὶ ἐτε λεύτησε, καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς σήμερον. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδ' ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." Καὶ ἑτέρωθι· "∆αβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας ἀπέθανε, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν." Ταῦτα καὶ τοῖς παρερμηνεύειν τολ μῶσιν ἀναγκαῖον προφέρειν· καὶ μέντοι καὶ Ἰουδαίοις· προφανῆ γὰρ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Λέγει τοίνυν ὁ ∆εσπότης Χριστὸς ἀνθρωπίνως κἀνταῦθα, ὅτι ∆ιηνεκῶς ὑπὸ τῆς θείας στηριζόμενος φύσεως τῷ σωτηρίῳ πρόσ ειμι πάθει, καὶ τῇ ἐλπίδι τῆς ἀναστάσεως ἐπευ φραίνομαι. Οὔτε γὰρ ἡ ψυχή μου εἰς ᾅδου κατα λειφθήσεται, οὐθ' ἡ σάρξ μου ὑπομενεῖ τὴν κατὰ φύσιν διαφθοράν. Ταχείας γὰρ τῆς ἀναστάσεως τεύξομαι, καὶ εἰς τὴν ζωὴν ἐπανήξω· ἅπασι ταύτην ἀνθρώποις ὑποδεικνὺς τὴν ὁδόν. "Πλη ρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος." Ἐπειδὴ τῷ πάθει προσιὼν ἔλεγε, "Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·" εἰκότως τούτοις ἐχρή σατο τοῖς λόγοις τῆς ἀναστάσεως μνημονεύσας, διδάσκων ὡς ἀντὶ τῆς ἀθυμίας ἐκείνης ἐν διηνεκεῖ θυμηδίᾳ γενήσεται, ἀπαθὴς, καὶ ἄτρεπτος, καὶ ἀθάνατος, καὶ κατὰ τὴν ἀνθρωπείαν φύσιν γενόμενος. Ὡς γὰρ Θεὸς, τοῦτο ἦν ἀεὶ, καὶ μέντοι καὶ τῇ ἀνθρωπείᾳ φύσει εὐθὺς ἐν τῇ μήτρᾳ διαπλα σθείσῃ τοῦτο παρασχεῖν αὐτῷ ῥᾴδιον ἦν. Ἀλλὰ διὰ τῶν παθῶν ὁδεῦσαι συνεχώρησεν ἣν ἀνέλαβε φύ σιν, ἵνα οὕτω τῆς ἁμαρτίας καταλύσας τὴν δυνα στείαν, παύσῃ μὲν τοῦ διαβόλου τὴν τυραννίδα, κατα λύσῃ δὲ τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἀνθρώ ποις παράσχῃ τὴν τῆς ἀναβιώσεως ἀφορμήν. Ὡς ἄνθρωπος τοίνυν, καὶ τὴν ἀφθαρσίαν, καὶ τὴν ἀθα νασίαν λαμβάνει. Οὗτος ὁ ψαλμὸς καὶ τὴν Ἀρείου, καὶ τὴν Εὐνομίου, καὶ Ἀπολιναρίου φρενοβλάβειαν ἐλέγχει. Οἱ μὲν γὰρ σῶμα ἄψυχον τὸν Θεὸν Λόγον εἶπον ἀνειληφέναι. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ἀναληφθὲν ἐκάλεσε σῶμα, τῆς δὲ λογικῆς αὐτὸ ψυ 80.965 χῆς ἀπεστέρησεν· οὐκ οἶδα ὅθεν μαθὼν τὰς δύο ταύτας ψυχάς· οὐδαμοῦ γὰρ ἡ θεία τοῦτο διδάσκει Γραφή. Ἀλλ' ὁμοῦ τὸ πανάγιον Πνεῦμα, διὰ τοῦ μακαρίου ∆αβὶδ, ψυχῆς ἀντικρὺς ἐμνημόνευσεν, ἔλεγχον δεδωκὼς προφανῆ καθ' ἑκατέρας αἱρέσεως.
ΕΡΜΗΝ. ΤΟΥ Ιςʹ ΨΑΛΜΟΥ.