32
ἀρειανίζοντας ἐδίωξαν, ∆αμάσου, τοῦ πάπα Ῥώμης, συμπράττοντος. τότε καὶ Πέτρος, Ἀλεξανδρείας ἐπίσκοπος, ὑποστρέψας καὶ Λούκιον ἀπελάσας τὸν ἴδιον θρόνον ἀπέλαβεν, ὀλίγον δὲ χρόνον ἐπιβιοὺς ἐτελεύτησεν. Τιμόθεος δέ, ὁ ἀδελφὸς αὐτοῦ, ἀντ' αὐτοῦ χειροτονεῖται τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας τῶν ὀρθοδόξων ἐπίσκοπος. ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας διχῇ διῃρημένων τῶν ὀρθοδόξων μετὰ τὰ κατὰ τὸν θεῖον Εὐστάθιον, οἱ μὲν Παυλῖνον εἶχον ἐπίσκοπον, οἱ δὲ Μελέτιον τὸν ἱερὸν μετὰ τὴν προαγωγὴν Εὐζωΐου, τοῦ Ἀρειανῶν ἐπισκόπου ἐν Ἀντιοχείᾳ ἐξ αὐτῶν ἀποσχίσαντος. οἱ δὲ βασιλεῖς νόμον ἔγραψαν ὑπὲρ τῶν ὀρθοδόξων καὶ ἐξέπεμψαν διὰ Σάπωρός τινος στρατηγοῦ κατὰ τὴν ἑῴαν, ὃς καταλαβὼν Ἀντιόχειαν εὗρεν ἔριδα Παυλίνου, τῆς ἐπισκοπῆς ἀντιποιουμένου, καὶ Ἀπολιναρίου ἐπιτρέχοντος τῷ θρόνῳ, Με67 λέτιον δὲ τὸν ἱερὸν ἀμάχως ἡσυχάζοντα, Φλαβιανὸν δὲ τότε πρεσβύτερον ὄντα καὶ Παυλίνῳ μὲν ἀντιταττόμενον, Ἀπολινάριον δὲ καταισχύνοντα καὶ Μελετίῳ τὸν θρόνον ἀποδοῦναι τὸν στρατηγὸν Σάπωρα παρεγγυώμενον· καὶ τοῦτον κυρώσας ἀνεχώρησεν. τότε ∆ιόδωρον, τὸν ἐπίσκοπον Ταρσοῦ, ὁ μέγας Μελέτιος ἐχειροτόνησεν. Εὐσέβιός τε, ὁ Σαμοσάτων ἐπίσκοπος, ἐκ τῆς ἐξορίας ἐπανελθὼν πολλοὺς ἐπισκόπους ἐχειροτόνησε διαφόροις πόλεσιν. ἐλθὼν δὲ καὶ ἐν ∆ολίχῃ χειροτονῆσαι Μάριν ἐπίσκοπον, εἰσερχόμενος ἐν τῇ πόλει φονεύεται, γυναικὸς Ἀρειανῆς ἐξ ὕψους ῥιψάσης κεραμίδα κατὰ τῆς ἱερᾶς τοῦ ἁγίου κεφαλῆς, θεοῦ συγχωρήσαντος οἵοις οἶδε κρίμασιν· περὶ οὗ καὶ ὁ θεολόγος Γρηγόριός φησιν· "ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν Ἀβραμιαῖον γέροντα." τότε καὶ Γρηγόριος ὁ Θεολόγος παρρησιαστικώτερον ἐδίδασκεν ἐν τῇ Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἁγίας Ἀναστασίας, ἔνθα καὶ παράδοξα γίνεσθαι θαύματα ἐξ ἐμφανείας τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου λέγουσιν. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ. βʹ. γʹ. κηʹ. ιʹ. ιδʹ. αʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. γʹ. δʹ. αʹ. ιαʹ. ιεʹ. βʹ. θʹ. Κόσμου ἔτη εωοδʹ. Τῆς θείας σαρκώσεως ἔτη τοδʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. δʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. εʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιʹ. Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς ἀνῃρέθη δόλῳ Ἀνδραγαθίου, τοῦ στρατηγοῦ Μαξίμου τοῦ τυράννου. οὗτος γὰρ ἐφ' 68 ἁμάξης εἰσελθὼν ὑπεκρίθη εἶναι ἡ γαμετὴ Γρατιανοῦ, καὶ οὕτως ὑπαντήσας ἀφυλάκτῳ αὐτῷ ἀνεῖλεν αὐτὸν ὁ Ἀνδραγάθιος. τούτου δὲ ἀναιρεθέντος, ἐκράτησεν Οὐαλεντινιανὸς τὴν Ῥωμαίων βασιλείαν. Τῷ δ' αὐτῷ χρόνῳ Θεοδόσιος ὁ μέγας νόσῳ περιπεσὼν ἐν Θεσσαλονίκῃ βαπτίζεται ὑπὸ Ἀχολίου τοῦ ἐπισκόπου, καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγραψεν, ὃν ἐν Κωνσταντινουπόλει ἀπέστειλεν. ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει ἐδήλωσε ∆ημοφίλῳ, ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης, ἢ ταχέως τῶν ἐκκλησιῶν ἐξελθεῖν. ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ἔχων καὶ Λούκιον, τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρειανόν, σὺν αὐτῷ· καὶ οὕτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ' ὧν αὐτὸς εἰς τὴν ὀρθόδοξον πίστιν ἐφώτισεν, τὰς ἐκκλησίας πάσας παρέλαβεν, μʹ ἔτη τῶν Ἀρειανῶν καὶ μικρὸν πρὸς κατασχόντων αὐτάς. Περσῶν βασιλεὺς ιβʹ Οὐαραράνης ἔτη ιαʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γρηγόριος ὁ Θεολόγος ἔτη βʹ. εʹ. αʹ. γʹ. αʹ. ιζʹ. δʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ, ἐν γειτονίᾳ Ἰοβιτῶν οὕτω α·μένων, γυνὴ ἔτεκεν ὁμοῦ κατὰ τὸ αὐτὸ παιδία τέσσαρα ἀρσενικά· καὶ ἐπέζησαν μῆνας δύο καὶ ἀπέθανον, ἓν ἐπὶ τὸ ἓν, τὰ τέσσαρα. ϛʹ. βʹ. δʹ. βʹ. ιηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύνοδος τῶν ρνʹ ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινουπόλει ὑπὸ Θεοδοσίου τοῦ μεγάλου συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογμάτων. μετεστείλατο δὲ καὶ ἐκ τῆς Μακεδονίου αἱρέσεως ἐπισκόπους