1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

33

προσηγορία. ἡ θεία πρόνοιά σε διαφυλάττοι, κύριε ἀγαπητὲ ἀδελφέ. 58.6 Τὰ μὲν οὖν γραφέντα ταῦτα, καὶ αὕτη τῶν ἐπισκόπων ἡ ψῆφος καὶ κρίσις ὑπὲρ ἡμῶν. ὅτι δὲ οὐ κεχαρισμένα πεποιήκασιν οὐδὲ ἀναγκαζόμενοι παρά τινος, βούλομαι συγ χωρούντων ὑμῶν ἄνωθεν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα, ἵνα γνῶτε ὡς οἱ μὲν ἐπίσκοποι ὀρθῶς καὶ δικαίως βουλόμενοι τοιαῦτα ἔγραψαν, ὁ δὲ Οὐάλης καὶ Οὐρσάκιος κἂν ὀψέ ποτε τὴν ἀλήθειαν ὡμολόγησαν.

59.1 Πέτρος παρ' ἡμῖν πρὸ μὲν τοῦ διωγμοῦ γέγονεν ἐπίσκοπος, ἐν δὲ τῷ διωγμῷ καὶ ἐμαρτύρησεν. οὗτος Μελίτιον ἀπὸ τῆς Αἰγύπτου λεγόμενον ἐπίσκοπον ἐπὶ πολλαῖς ἐλεγχ θέντα παρανομίαις καὶ θυσίᾳ ἐν κοινῇ συνόδῳ τῶν ἐπισκόπων καθεῖλεν. ἀλλὰ Μελίτιος οὐ πρὸς ἑτέραν σύνοδον κατέφυγεν οὐδὲ ἐσπούδασεν ἀπολογήσασθαι τοῖς μετὰ ταῦτα, σχίσμα δὲ πεποίηκε καὶ ἀντὶ Χριστιανῶν Μελιτιανοὶ μέχρι νῦν οἱ τῆς ἐκείνου μερίδος 59.2 ὀνομάζονται. εὐθύς τε τοὺς ἐπισκόπους λοιδορεῖν ἤρξατο καὶ πρῶτον αὐτὸν Πέτρον καὶ τὸν μετ' αὐτὸν Ἀχιλλᾶν διέβαλε καὶ μετὰ Ἀχιλλᾶν Ἀλέξανδρον. τοῦτο δὲ πανούργωςἔπραττε μαθὼν καὶ παρὰ τοῦ Ἀβεσσαλώμ, ἵν', ἐπειδὴ διὰ τὴν καθαίρεσιν ᾐσχύνετο, 59.3 κἂν ταῖς διαβολαῖς ἀπατῆσαί πως τοὺς ἀκεραίους δυνηθῇ. ταῦτα δὲ πράττοντος τοῦ Μελιτίου γέγονε καὶ ἡ ἀρειανὴ αἵρεσις. ἀλλ' ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν αἵρεσις ἀνεθεματίσθη καὶ οἱ Ἀρειανοὶ ἐξεβλήθησαν, οἱ δὲ Μελιτιανοὶ ὁπωσδήποτε ἐδέχθησαν· οὐ γὰρ ἀναγκαῖον νῦν τὴν αἰτίαν ὀνομάζειν. οὔπω γὰρ πέντε μῆνες παρῆλθον, καὶ ὁ μὲν μακαρίτης Ἀλέξανδρος τετελεύτηκεν, οἱ δὲ Μελιτιανοὶ δέον ἠρεμεῖν καὶ χάριν ἔχειν, ὅτι κἂν ὅλως ἐδέχθησαν, οἱ δὲ κατὰ τοὺς κύνας οὐκ ἐπιλαθόμενοι ὧν ἐξήρασαν πάλιν τὰς ἐκκλη 59.4 σίας ἐτάραττον. Εὐσέβιος τοίνυν τοῦτο μαθὼν καὶ προιστάμενος τῆς ἀρειανῆς αἱρέσεως πέμπει καὶ ὠνεῖται τοὺς Μελιτιανοὺς ἐπὶ πολλαῖς ἐπαγγελίαις. καὶ γίνεται μὲν αὐτῶν κρύφα φίλος, συντάττεται δὲ αὐτοῖς εἰς ὃν ἐβούλετο καιρόν. τὴν μὲν οὖν ἀρχὴν προσέπεμπε προτρέπων δέξασθαί με τοὺς περὶ Ἄρειον, καὶ ἀγράφως μὲν ἠπείλει, γράφων δὲ ἠξίου. 59.5 ἐπειδὴ δὲ ἀντέλεγον· «μὴ χρῆναι» φάσκων «δεχθῆναι τοὺς αἵρεσιν ἐφευρόντας κατὰ τῆς ἀλη θείας καὶ ἀναθεματισθέντας παρὰ τῆς οἰκουμενικῆς συνόδου», ποιεῖ καὶ βασιλέα μοι γράψαι τὸν μακαρίτην Κωνσταντῖνον ἀπειλὴν ἔχοντα, εἰ μὴ λάβοιμι τοὺς περὶ Ἄρειον, ταῦτά 59.6 με παθεῖν, ἃ πρότερον καὶ νῦν πέπονθα. τὸ τοίνυν μέρος τῆς ἐπιστολῆς ἐστι τοῦτο, καὶ παλατῖνοι Συγκλήτιος καὶ Γαυδέντιος ἦσαν οἱ κομίσαντες τὰ γράμματα· Μέρος ἐπιστολῆς τοῦ βασιλέως Κωνσταντίνου ... Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα ἅπασι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ γνῶ ὡς κεκώλυκάς τινας αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας τῆς εἰσόδου, ἀποστελῶ παρα χρῆμα τὸν καὶ καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως καὶ τῶν τόπων μεταστήσοντα ...

60.1 Ἐπειδὴ τοίνυν καὶ βασιλέα γράφων ἔπειθον «μηδεμίαν εἶναι κοινωνίαν τῇ χριστο μάχῳ αἱρέσει πρὸς τὴν καθολικὴν ἐκκλησίαν», τότε λοιπὸν Εὐσέβιος τὸν καιρὸν ὃν συνεφώ νησε μετὰ τῶν Μελιτιανῶν προφέρων γράφει καὶ πείθει τούτους πλάσασθαι πρόφασιν, ἵν', ὥσπερ κατὰ Πέτρου καὶ Ἀχιλλᾶ καὶ Ἀλεξάνδρου μεμελετήκασιν, οὕτω καὶ καθ' ἡμῶν 60.2 ἐπινοήσωσι καὶ θρυλήσωσι. πολλὰ μὲν οὖν ζητήσαντες καὶ μὴ εὑρόντες ὕστερον μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συντιθέασι καὶ πλάττονται πρώτην κατηγορίαν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου περὶ στιχαρίων λινῶν, ὡς ἐμοῦ κανόνα τοῖς Αἰγυπτίοις 60.3 ἐπιβαλόντος καὶ πρώτους αὐτοὺς ἀπαιτήσαντος. ἀλλὰ πρεσβυτέρων ἡμετέρων εὑρε θέντων ἐκεῖ καὶ βασιλέως ἀκούοντος κατεγνώσθησαν. οἱ μὲν οὖν πρεσβύτεροι ἦσαν Ἄπις καὶ Μακάριος, ὁ δὲ βασιλεὺς γράφει καταγινώσκων μὲν Ἰσίωνος, κελεύων δὲ ἐμὲ ἀπαντῆσαι πρὸς