ἐβούλετο τὸν Μαρδοχαῖον εἰς αὐτὸ τῇ ἑξῆς ἡμέρᾳ κρεμάσαι· ὁ δὲ βασιλεὺς, κατά τινα πρό νοιαν ἀγαθὴν ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Καὶ ἀνα γινωσκομένων αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. ∆ύο γὰρ εὐνούχους, μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ, προσήγγειλεν αὐτῷ τῷ βασιλεῖ, καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς, ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν παρασχεῖν τῷ τοιούτῳ. Ὡς δὲ εἰσῆλθε πρωΐας πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν, ὁ βα σιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν, νομίζων περὶ αὑτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν, ἄξιον εἶναι τὸν 28.369 τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βα σιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης τιμῆς ἀξιωθῆναι, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπα τεῖν. Ἡ δὲ Ἐσθὴρ, πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς, εἰσελθὼν, καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν γονά των τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσε τὸν μὲν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ' αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες παρὰ τῶν Ἰουδαίων εἰσὶ μύριοι πεν τακισχίλιοι· γέγονε δὲ ἑορτὴ διὰ τοῦτο αὐτοῖς, τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ ιβʹ, ὅστις καλεῖται Ἄδερ. Ὀνομάζεται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐ τῶν Φρουρέ. ∆ιὰ τοῦ ὁ κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν σωτηρίας αὐτῶν. Βιβλίον Ἰουδίθ. Λέγεται τὸ βιβλίον οὕτως, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἰουδὶθ ἱστορίαν περιέχει· πῶς ὁ Θεὸς πολεμου μένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὁλοφέρνου τοὺς υἱοὺς Ἰσραὴλ δι' ἐκείνης ἔσωσε μὲν τοὺς λαοὺς, τὸν δὲ Ὁλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη. Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκό των δὲ αὐτῷ, ἀλλὰ ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφαξὰδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον, καὶ ἀπέστειλε τὸν Ὁλο φέρνην μετὰ δυνάμεως πολλῆς κατ' αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὁλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὁλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδός. Καὶ ἔφραξεν. Καὶ ὁ μὲν Ὁλοφέρνης παρετάσσετο εἰς πόλεμον· Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὁλοφέρνῃ μὴ πολεμεῖν τῷ ἔθνει τῶν Ἑβραίων, διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὁλο φέρνης ἀπέστειλεν αὐτὸν εἰς Βετυλούαν, ἀπειλήσας ἀναιρήσειν αὐτὸν, εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν ἐν τῇ Βετυλούᾳ ἀναπαυόμενος· ὁ δὲ Ὁλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, ἡ Ἰουδὶθ, ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι' ὅλου ἔμενεν νηστεύ ουσα), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην· καὶ πολλὰ παρακαλέσασα τοὺς ἄρχοντας, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὁλο φέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ 28.372 τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν,
33