Vita Antonii

 οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δ

 πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τ

 γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

 ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ

 ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ

 εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει

 μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρε

 ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ το

 ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν ε

 ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως το

 ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι,

 σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχε

 ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰ

 τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ

 ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμέ

 τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται κα

 παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χ

 προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν

 καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας

 μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα με

 ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥ

 κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵ

 τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, π

 κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γε

 πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν σ

 πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό 26.944 νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τιν

 Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν

 πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐ

 ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς

 Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριο

 ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολ

 πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ

 μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, κα

 κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένη

πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ περιεπτύσσοντο καὶ κατ εφίλουν τὸν γέροντα· ὁ δὲ, ὡς ἀπὸ ἀλλοτρίας εἰς ἰδίαν ἀπαίρων πόλιν, χαίρων διελέγετο· καὶ παρήγ γελλεν αὐτοῖς μὴ ὀλιγωρεῖν ἐν τοῖς πόνοις, μηδὲ ἐκκακεῖν ἐν τῇ ἀσκήσει· ἀλλ' ὡς καθ' ἡμέραν ἀποθνήσκοντας ζῇν· καὶ καθὰ προεῖπον σπουδάζειν τὴν ψυχὴν φυλάττειν ἀπὸ ῥυπαρῶν λογισμῶν· καὶ τὸν ζῆλον ἔχειν πρὸς τοὺς ἁγίους, μὴ ἐγγίζειν δὲ Μελετιανοῖς τοῖς σχισματικοῖς· οἴδατε γὰρ αὐ τῶν τὴν πονηρὰν καὶ βέβηλον προαίρεσιν· μηδὲ κοι νωνίαν ἔχειν τινὰ πρὸς τοὺς Ἀρειανούς· καὶ γὰρ καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἔκδηλός ἐστι. Μηδ' ἂν θεωρήσητε προϊσταμένους αὐτῶν τοὺς δικαστὰς, τα ράττεσθε· παύσεται γὰρ, καὶ θνητὴ καὶ πρὸς ὀλίγον ἐστὶν αὐτῶν ἡ φαντασία. Καθαροὺς οὖν ἑαυτοὺς μᾶλλον ἀπὸ τούτων φυλάττετε, καὶ τηρεῖτε τήν τε τῶν Πατέρων παράδοσιν, καὶ προηγουμένως τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσεβῆ πίστιν, ἣν ἐκ τῶν Γραφῶν μὲν μεμαθήκατε, παρ' ἐμοῦ δὲ πολ λάκις ὑπεμνήσθητε. Τῶν δὲ ἀδελφῶν βιαζομένων μεῖναι αὐτὸν παρ' αὐτοῖς, κἀκεῖ τελειωθῆναι, οὐκ ἠνέσχετο διὰ πολλὰ μὲν, ὡς αὐτὸς καὶ σιωπῶν ἐνέφαινε, καὶ διὰ τοῦτο δὲ μάλιστα· οἱ Αἰγύπτιοι τὰ τῶν τελευτώντων σπουδαίων σώματα, καὶ μάλιστα τῶν ἁγίων μαρτύρων, φιλοῦσι μὲν θάπτειν καὶ περιελίσσειν ὀθονίοις· μὴ κρύ 26.969 πτειν δὲ ὑπὸ γῆν, ἀλλ' ἐπὶ σκιμποδίων τιθέναι, καὶ φυλάττειν ἔνδον παρ' ἑαυτοῖς· νομίζοντες ἐν τούτῳ τιμᾷν τοὺς ἀπελθόντας. Ὁ δὲ Ἀντώνιος πολλάκις περὶ τούτου καὶ ἐπισκόπους ἠξίου παραγγέλλειν τοῖς λαοῖς· ὁμοίως δὲ καὶ λαϊκοὺς ἐνέτρεπε, καὶ γυναιξὶν ἐπέπληττε, λέγων, μήτε νόμιμον, μήτε ὅλως ὅσιον εἶναι τοῦτο. Καὶ γὰρ τὰ τῶν πατριαρχῶν καὶ τὰ τῶν προφητῶν σώματα μέχρι νῦν σώζεται εἰς μνήματα· καὶ αὐτὸ δὲ τὸ τοῦ Κυρίου σῶμα εἰς μνημεῖον ἐτέθη, λίθος τε ἐπιτεθεὶς ἔκρυψεν αὐτὸ, ἕως ἀνέστη τρι ήμερον. Καὶ ταῦτα λέγων, ἐδείκνυε παρανομεῖν τὸν μετὰ θάνατον μὴ κρύπτοντα τὰ σώματα τῶν τελευ τώντων, κἂν ἅγια τυγχάνῃ. Τί γὰρ μεῖζον ἢ ἁγιώ τερον τοῦ Κυριακοῦ σώματος; Πολλοὶ οὖν, ἀκούσαν τες, ἔκρυψαν ὑπὸ γῆν λοιπὸν, καὶ ηὐχαρίστουν τῷ Κυρίῳ, καλῶς διδαχθέντες. Αὐτὸς δὲ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτως σῶμα, ἤπειξεν ἑαυ τὸν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς· καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησε· καὶ καλέσας τοὺς συνόντας αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμει ναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπ ηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας), ἔλεγε πρὸς αὐτούς· Ἐγὼ μὲν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πο ρεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυ ρίου· ὑμεῖς δὲ νήφετε, καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε· ἀλλ' ὡς νῦν ἀρχὴν ἔχοντες, σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν. Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσὶν, ἀσθενεῖς δὲ τῇ δυνάμει. Μὴ οὖν φοβηθῆτε αὐτοὺς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε, καὶ τούτῳ πιστεύετε· καὶ ὡς καθ' ἡμέραν ἀποθνήσκον τες ζήσατε, προσέχοντες ἑαυτοῖς, καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ' ἐμοῦ παραινέσεων. Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς, μήθ' ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς. Οἴδατε γὰρ 26.972 πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομά χον αὐτῶν καὶ ἑτερόδοξον αἵρεσιν. Σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτοὺς, προηγου μένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις· ἵνα μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ὡς φί λους καὶ γνωρίμους, δέξωνται καὶ αὐτοί. Ταῦτα λο γίζεσθε, ταῦτα φρονεῖτε· καὶ εἰ μέλει ὑμῖν περὶ ἐμοῦ, καὶ

33