ἐπαναιρεῖσθαι βίον. Οὐ γὰρ ἐν πολέμῳ, 1.12.99.1 ἀλλ' ἐν εἰρήνῃ παιδαγωγούμεθα. Πολέμῳ μὲν οὖν πολλῆς δεῖ τῆς παρασκευῆς δαψιλείας τε χρῄζει ἡ τρυφή· εἰρήνη δὲ καὶ ἀγάπη, ἀφελεῖς καὶ ἀπράγμονες ἀδελφαί, οὐχ ὅπλων δέονται, οὐ παρασκευῆς ἀσώτου· λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ' οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ' 1.12.99.2 οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ. Ἀλλ' ἐκπόνει καὶ μὴ ἀπόκαμνε· ἔσῃ γὰρ οἷος οὐκ ἐλπίζεις οὐδ' εἰκάσαι δύναιο ἄν. Ὡς δὲ ἔστι τις ἄλλη μὲν φιλοσόφων ἀγωγή, ἄλλη δὲ ῥητόρων, παλαιστῶν δὲ ἄλλη, οὕτως ἐστὶν γενναία διάθεσις φιλοκάλῳ προαιρέσει κατάλληλος ἐκ τῆς Χριστοῦ παιδαγωγίας περιγινομένη, καὶ τὰ τῆς ἐνεργείας πεπαιδευμέναι σεμναὶ διαπρέπουσιν πορεία καὶ κατάκλισις καὶ τροφὴ καὶ ὕπνος καὶ κοίτη καὶ δίαιτα καὶ ἡ λοιπὴ παιδεία· οὐ γὰρ ὑπέρτονος ἡ 1.12.100.1 τοιάδε ἀγωγὴ τοῦ λόγου, ἀλλ' εὔτονος. Ταύτῃ οὖν καὶ σωτὴρ ὁ λόγος κέκληται, ὁ τὰ λογικὰ ταῦτα ἐξευρὼν ἀνθρώποις εἰς εὐαισθησίαν καὶ σωτηρίαν φάρμακα, ἐπιτηρῶν μὲν τὴν εὐκαιρίαν, ἐλέγχων δὲ τὴν βλάβην καὶ τὰς αἰτίας τῶν παθῶν διηγούμενος καὶ τὰς ῥίζας τῶν ἀλόγων ἐκκόπτων ἐπιθυμιῶν, παραγγέλλων μὲν ὧν ἀπέχεσθαι δεῖ, τὰς ἀντιδότους δὲ ἁπάσας τῆς σωτηρίας τοῖς νοσοῦσι προσφέρων· τοῦτο γὰρ τὸ μέγιστον καὶ βασιλικώτατον ἔργον τοῦ θεοῦ, σῴζειν τὴν ἀνθρωπότητα. 1.12.100.2 Τῷ μὲν οὖν ἰατρῷ οὐδὲν πρὸς ὑγείαν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες, τῷ δὲ παιδαγωγῷ τῷ θείῳ πῶς οὐκ ἂν ὁμολογήσαιμεν τὴν μεγίστην χάριν μὴ σιωπῶντι μηδὲ παρενθυμουμένῳ τὰς εἰς ἀπώλειαν φερούσας ἀπειθείας, ἀλλὰ καὶ ταύτας διελέγχοντι καὶ τὰς ὁρμὰς τὰς εἰς αὐτὰς διατεινούσας ἀνακόπτοντι καὶ τὰς καθηκούσας πρὸς τὴν ὀρθὴν πολιτείαν ὑποθημοσύνας ἐκδιδάσκοντι; Πλείστην ἄρα ὁμολογητέον χάριν 1.12.100.3 αὐτῷ. Τὸ γάρ τοι ζῷον τὸ λογικόν, τὸν ἄνθρωπον λέγω, ἄλλο τι φαμὲν ἢ θεάσασθαι τὸ θεῖον δεῖν; Θεάσασθαι δὲ καὶ τὴν ἀνθρωπίνην φύσιν φημὶ χρῆναι ζῆν τε ὡς ὑφηγεῖται ἡ ἀλήθεια, ἀγαμένους ὑπερφυῶς τόν τε παιδαγωγὸν αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, ὡς πρέποντα ἀλλήλοις ἐστὶ καὶ ἁρμόττοντα· καθ' ἣν εἰκόνα καὶ ἡμᾶς ἁρμοσαμένους χρὴ σφᾶς αὐτοὺς πρὸς τὸν παιδαγωγόν, σύμφωνον τὸν λόγον ποιησαμένους τοῖς ἔργοις, τῷ ὄντι ζῆν. 1.13.t.1 Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ. Εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, 1.13.101.2 τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική; Καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγῳ περὶ ὅλον τὸν βίον. Ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν γινόμε1.13.101.3 νον εἰκότως καλεῖσθαι ἁμάρτημα. Αὐτίκα γοῦν ὅτε ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος καὶ παρήκουσεν τοῦ θεοῦ, καὶ παρωμοιώθη, φησί, τοῖς κτήνεσιν. Ὁ ἄνθρωπος παρὰ τὸν λόγον ἐξαμαρτὼν εἰκότως ἄλογος νομισθεὶς εἰκάζεται κτήνεσιν. 1.13.102.1 Ἐντεῦθεν καὶ ἡ σοφία λέγει· ἵππος εἰς ὀχείαν ὁ φιλήδονος καὶ ὁ μοιχός, ἀλογίστῳ κτήνει παρομοιωθείς, διὸ καὶ ἐπιφέρει· παντὸς ὑποκάτω ἐπικαθημένου χρεμετίζει. Οὐκέτι λαλεῖ, φησίν, ὁ ἄνθρωπος· οὐ γάρ ἐστιν λογικὸς ἔτι ὁ παρὰ λόγον ἁμαρτάνων, θηρίον δὲ