33
πρόγνωσιν καὶ οὕτως ὡμολόγησεν, ὅτι τὸν ἀφανισμὸν αὐτοῦ προειδὼς οὐκ ἔγραψεν· οἱ δὲ γράψαντες τῷ τὸν ἀφανισμὸν μὴ προεγνωκέναι ἐπ' ἀγνωσίας ἐλεγχθέντες, προφῆται οὐκ ἦσαν. καὶ ὁ Σίμων· Ἐπειδὴ τὰ περὶ θεοῦ (ὡς ἔφης) ἐκ τῆς πρὸς τὴν κτίσιν παραβολῆς ἔστιν νοῆσαι, πῶς τὰ λοιπὰ ἐν τῷ νόμῳ, ἐκ παραδόσεως Μωυσέως ὄντα καὶ ἀληθῆ τυγχάνοντα καὶ τοῖς ψευδέσιν μεμιγμένα ἐπιγνῶναί ἐστιν δυνατόν; καὶ ὁ Πέτρος ἔφη· Περικοπή τις ἐν τῷ γραφέντι νόμῳ κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἀπταίστως ἐπεμνημονεύθη, ὥστ' ἂν σαφῶς δεῖξαι τῶν γεγραμ- μένων ποῖά ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ ὁ Σίμων· Τίς ἐστιν αὕτη μήνυσον ἡμῖν. καὶ ὁ Πέτρος ἔφη· Aὐτίκα ἐρῶ. γέγραπται ἐν τῷ πρώ- τῳ τοῦ νόμου βιβλίῳ πρὸς τοῖς τελευταίοις· «Oὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ οὗ ἔστιν· καὶ αὐτὸς προσδοκία ἐθνῶν». ἐάν τις οὖν τὸν μετὰ τὸ ἐξ Ἰούδα ἐκλεῖ- ψαι ἄρχοντα καὶ ἡγούμενον ἐληλυθότα καὶ ὑπὸ ἐθνῶν προσδοκᾶσθαι μέλλοντα νοῆσαι δυνηθῇ, οὗτος τὴν περικοπὴν ἐκ τῶν ἀποτελεσθέντων <...> ἀληθῆ τὸν ἐληλυθότα ἐπιγνῶναι· οὗ τῇ διδασκαλίᾳ πειθόμενος γνώσεται τίνα ἐστὶν τῶν γραφῶν τὰ ἀληθῆ, τίνα δὲ τὰ ψευδῆ. καὶ ὁ Σίμων· Συνίημι ὅτι τὸν Ἰησοῦν ὑμῶν λέγεις ὡς αὐτὸν ὑπὸ τῆς γραφῆς προφητευθέντα· δεδόσθω τοιγαροῦν οὕτως ἔχειν. λέγε τοίνυν πῶς ὑμᾶς διακρίνειν τὰς γραφὰς ἐδίδαξεν; καὶ ὁ Πέτρος· Ὅτι μέμικται τὰ ἀληθῆ τοῖς ψευδέσι, μέμνημαί που αὐτὸν αἰτιώμενον τοὺς Σαδδου- καίους εἰπεῖν· «∆ιὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε τὴν δύναμιν τοῦ θεοῦ». εἰ δὲ τὰ ἀληθῆ τῶν γραφῶν ἀγνοεῖν αὐτοὺς ὑπέβαλεν, δῆλον ὡς ὄντων ψευδῶν· ἀλλὰ καὶ ἐν τῷ φῆναι· «Γίνεσθε τραπεζῖται δόκιμοι», ὡς δοκίμων καὶ κιβδήλων λόγων ὄντων. καὶ τῷ εἰπεῖν· «∆ιὰ τί οὐ νοεῖτε τὸ εὔλογον τῶν γραφῶν;» βε- βαιότερον τοῦ αὐθαιρέτως εὐγνωμονοῦντος τίθησιν τὸν νοῦν. τὸ δὲ καὶ τῶν γραφῶν προκειμένων ἐπὶ γραμματεῖς καὶ διδασκάλους πέμπειν ὡς τοῦ ὄντως νόμου εἰδότας τὰ ἀληθῆ, δῆλόν ἐστιν. τὸ δὲ καὶ εἰπεῖν αὐτόν· «Oὐκ ἦλθον καταλῦσαι τὸν νόμον» καὶ φαίνεσθαι αὐτὸν καταλύοντα σημαίνοντος ἦν ὅτι ἃ κατέλυεν οὐκ ἦν τοῦ νόμου. τὸ δὲ καὶ εἰπεῖν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου» τὰ πρὸ οὐρανοῦ καὶ γῆς παρερχόμενα ἐσήμανεν μὴ ὄντα τοῦ ὄντως νόμου. ἐπεὶ οὖν οὐρανοῦ καὶ γῆς ἔτι συνεστώτων παρῆλθαν θυσίαι, βασιλεῖαι, αἱ «ἐν γεννητοῖς γυναικῶν» προφητεῖαι καὶ ὅσα τοιαῦτα, ὡς οὐκ ὄντα θεοῦ προστάγματα (ἔνθεν γοῦν λέγει· «Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται»), διὰ τοῦτο αὐτὸς ἀληθὴς ὢν προφήτης ἔλεγεν· «Ἐγώ εἰμι ἡ πύλη τῆς ζωῆς· ὁ δι' ἐμοῦ εἰσερχόμενος εἰσέρχεται εἰς τὴν ζωήν» ὡς οὐκ οὔσης ἑτέρας τῆς σσζειν δυναμένης διδασκαλίας. διὸ καὶ ἐβόα λέγων· «∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες», τουτέστιν οἱ τὴν ἀλήθειαν ζητοῦντες καὶ μὴ εὑρί- σκοντες αὐτήν, καὶ πάλιν· «Τὰ ἐμὰ πρόβατα ἀκούει τῆς ἐμῆς φωνῆς» καὶ ἄλλοτε· «Ζητεῖτε καὶ εὑρίσκετε», ὡς μὴ προδήλως κειμένης τῆς ἀλη- θείας. ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· «Oὗτός