1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

33

Σέρβλοι, οὓς ὁ Συμεὼν διεσκόρπισεν, τοῦτο ἀκούσαντες συνήχθησαν εἰς αὐτόν. Ἀλλὰ καὶ ἐν τῇ πόλει πολλοὶ ἀπὸ Βουλγαρίας φυγόντες εἰσῆλθον, οὓς καὶ ἐνδύσας καὶ εὐεργετήσας ὁ βασιλεὺς τῶν Ῥωμαίων, ἀπέστειλε πρὸς τὸν Τζεέσθλαβον. Καὶ ἀπὸ τῶν πλουσίων δωρεῶν τοῦ βασιλέως τῶν Ῥωμαίων συστησάμενος καὶ ἐνοικίσας τὴν χώραν, ὡς τὸ πρότερον, ἐστὶν ὑποτεταγμένος δουλοπρεπῶς τῷ βασιλεῖ Ῥωμαίων, καὶ διὰ τῆς τοῦ βασιλέως συνδρομῆς καὶ τῶν πολλῶν αὐτοῦ εὐεργεσιῶν τὴν τοιαύτην χώραν συστήσας καὶ ἄρχων ἐν αὐτῇ βεβαιωθείς. Ὅτι ὁ ἄρχων Σερβλίας ἐξ ἀρχῆς, ἤγουν ἀπὸ τῆς βασιλείας Ἡρακλείου τοῦ βασιλέως, δουλικῶς ἐστιν ὑποτεταγμένος τῷ Ῥωμαίων βασιλεῖ, καὶ οὐδέποτε τῷ ἄρχοντι Βουλγαρίας καθυπετάγη. Ὅτι ἐν τῇ βαπτισμένῃ Σερβλίᾳ εἰσὶν κάστρα οἰκούμενα· τὸ ∆εστινίκον, τὸ Τζερναβουσκέη, τὸ Μεγυρέτους, τὸ ∆ρεσνεήκ, τὸ Λεσνήκ, τὸ Σαληνὲς καὶ εἰς τὸ χωρίον Βόσονα τὸ Κάτερα καὶ τὸ ∆εσνήκ. 33 Περὶ τῶν Ζαχλούμων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ τῶν Ζαχλούμων χώρα παρὰ τῶν Ῥωμαίων πρότερον ἐκρατεῖτο, Ῥωμάνων δή φημι, οὓς ἀπὸ Ῥώμης ∆ιοκλητιανὸς ὁ βασιλεὺς μετῴκισεν, καθὼς καὶ εἰς τὴν τῶν Χρωβάτων ἱστορίαν εἴρηται περὶ αὐτῶν. Ὑπὸ τῷ βασιλεῖ δὲ Ῥωμαίων ἡ τῶν Ζαχλούμων αὕτη χώρα ὑπῆρχεν, ἀλλὰ παρὰ τῶν Ἀβάρων αἰχμαλωτισθεῖσα ἥ τε χώρα καὶ ὁ ταύτης λαὸς τὸ παράπαν ἠρήμωται. Οἱ δὲ νῦν οἰκοῦντες ἐκεῖσε Ζαχλοῦμοι Σέρβλοι τυγχάνουσιν ἐξ ἐκείνου τοῦ ἄρχοντος, τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος. Ζαχλοῦμοι δὲ ὠνομάσθησαν ἀπὸ ὄρους οὕτω καλουμένου Χλούμου, καὶ ἄλλως δὲ παρὰ τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται τὸ Ζαχλοῦμοι ἤγουν "ὀπίσω τοῦ βουνοῦ", ἐπειδὴ ἐν τῷ τοιούτῳ χωρίῳ βουνός ἐστιν μέγας, ἔχων ἄνωθεν αὐτοῦ δύο κάστρα, τὸ Βόνα καὶ τὸ Χλούμ, ὄπισθεν δὲ τοῦ τοιούτου βουνοῦ διέρχεται ποταμὸς καλούμενος Βόνα, ὃ ἑρμηνεύεται "καλόν". Ὅτι ἡ γενεὰ τοῦ ἀνθυπάτου καὶ πατρικίου Μιχαήλ, τοῦ υἱοῦ τοῦ Βουσεβούτζη, τοῦ ἄρχοντος τῶν Ζαχλούμων, ἦλθεν ἀπὸ τῶν κατοι κούντων ἀβαπτίστων εἰς τὸν ποταμὸν Βίσλας, τοὺς ἐπονομαζομένους Λιτζίκη, καὶ ᾤκησεν εἰς τὸν ποταμόν, τὸν ἐπονομαζόμενον Ζαχλοῦμα. Ὅτι ἐν τῷ χωρίῳ τῶν Ζαχλούμων εἰσὶν κάστρα οἰκούμενα· τὸ Σταγνόν, τὸ Μοκρισκίκ, τὸ Ἰοσλή, τὸ Γαλουμαήνικ. τὸ ∆οβρισκίκ. 34 Περὶ τῶν Τερβουνιωτῶν καὶ τῶν Καναλιτῶν καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ τῶν Τερβουνιωτῶν καὶ τῶν Καναλιτῶν χώρα μία ὑπάρχει. Ἀπὸ δὲ τῶν ἀβαπτίστων Σέρβλων οἱ ἐκεῖσε οἰκοῦντες κατάγονται, ἐξ ἐκείνου τοῦ ἄρχοντος τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος ἀπὸ τῆς ἀβαπτίστου Σερβλίας, μέχρι τοῦ ἄρχοντος Σερβλίας τοῦ Βλαστιμήρου. Οὗτος οὖν ὁ ἄρχων Βλαστίμηρος τῇ ἰδίᾳ θυγατρὶ δέδωκεν ἄνδρα Κραΐναν, τὸν υἱὸν Βελάη, τοῦ ζουπάνου Τερβουνίας. Θέλων δὲ οὗτος τὸν ἴδιον γαμβρὸν δοξάσαι, ὠνόμασεν αὐτὸν ἄρχοντα, ποιήσας αὐτὸν αὐτεξούσιον. Ἐξ ἐκείνου δὲ ὁ Φαλιμέρης ἐγεννήθη, καὶ ἀπ' ἐκείνου ὁ Τζουζήμερις. Ἦσαν δὲ οἱ τῆς Τερβουνίας ἄρχοντες ἀεὶ ὑπὸ τὸν λόγον τοῦ ἄρχοντος Σερβλίας. Τερβουνία δὲ τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται "ἰσχυρὸς τόπος"· ἡ γὰρ τοιαύτη χώρα ὀχυρώματα ἔχει πολλά. Ὅτι ἐστὶν καὶ ἑτέρα χώρα ὑπὸ ταύτην τὴν χώραν Τερβουνίας, Καναλὴ προσαγορευομένη. Τὸ δὲ Καναλὴ ἑρμηνεύεται τῇ τῶν Σκλάβων διαλέκτῳ "ἁμαξία", ἐπειδὴ διὰ τὸ εἶναι τὸν τόπον ἐπίπεδον πάσας αὐτῶν τὰς δουλείας διὰ ἁμαξῶν ἐκτελοῦσιν. Ὅτι ἐν τῷ χωρίῳ Τερβουνίας καὶ τοῦ Καναλὴ εἰσὶ κάστρα οἰκούμενα· ἡ Τερβουνία, τὸ Ὀρμός, τὰ Ῥίσενα, τὸ Λουκάβεται, τὸ Ζετλήβη. 35 Περὶ τῶν ∆ιοκλητιανῶν καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ ∆ιοκλείας χώρα καὶ αὐτὴ πρότερον παρὰ τῶν Ῥωμάνων ἐκρατεῖτο, οὓς ἀπὸ Ῥώμης μετῴκισεν ὁ βασιλεὺς ∆ιοκλητιανός, καθὼς καὶ εἰς τὴν περὶ τῶν Χρωβάτων ἱστορίαν εἴρηται, ὑπὸ δὲ τὸν βασιλέα Ῥωμαίων ὑπῆρχεν. Παρὰ δὲ τῶν Ἀβάρων καὶ αὐτὴ ἡ χώρα αἰχμαλωτισθεῖσα ἠρήμωται, καὶ πάλιν ἐπὶ Ἡρακλείου, τοῦ βασιλέως ἐνῳκίσθη, καθὼς καὶ ἡ Χρωβατία καὶ ἡ Σερβλία καὶ ἡ τῶν Ζαχλούμων καὶ ἡ Τερβουνία καὶ τοῦ