33
πορεύσομαι ἐν τῆ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς.» Τοιοῦτος γάρ τις ἐγένετο καὶ Ἀμὼς ὁ τοῦ Μανασσῆ υἱός. Φησὶν γὰρ ἡ γραφή· «Καὶ ἐλογίσατο Ἀμὼς λογισμὸν παραβάσεως ἐν ἑαυτῷ κακὸν καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησεν καὶ ἐν τῷ γήρει μετέγνω· καὶ νῦν ἐγὼ πορεύσομαι καθὰ ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου παρὰ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν Κύριος ὁ Θεὸς ἐν τάχει ἐκ τῆς γῆς τῆς ἀγαθῆς αὐτοῦ· καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐβασίλευσεν ἔτη δύο μόνα.» Προσέχετε οὖν, οἱ λαϊκοί, μή τις ἐξ ὑμῶν τὸν λογισμὸν τοῦ Ἀμὼς ἐπὶ καρδίαν ἑαυτοῦ στηρίξῃ, καὶ ἔσται συντόμως ἀπολλύμενος. Ὁμοίως ὁ ἐπίσκοπος συντηρείτω, καθὸ δύναται, τοὺς μὴ ἡμαρτηκότας ἀναμαρτήτους μεῖναι, καὶ τοὺς ἀπὸ ἁμαρτιῶν ἐπιστρέφοντας θεραπεύων δεχέσθω. Ἐὰν δὲ μετεγνωκότα ἀνηλεὴς ὢν μὴ προσδέξηται, ἁμαρτήσει εἰς Κύριον τὸν Θεὸν αὐτοῦ, δικαιῶν ἑαυτὸν ὑπὲρ τὴν ἐκείνου δικαιοσύνην καὶ μὴ προσλαμβανόμενος ὃν προσεδέξατο διὰ Χριστοῦ, δι' ὃν ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὡς ἄνθρωπον, δι' ὃν εὐδόκησεν ἐκ γυναικὸς αὐτὸν γεννηθῆναι τὸν ποιητὴν ἀνδρὸς καὶ γυναικός· οὗ χάριν, μὴ φεισάμενος σταυρῷ καὶ θανάτῳ καὶ ταφῇ, συνεχώρησεν παθεῖν τὸν τῇ φύσει ἀπαθῆ, τὸν Υἱὸν τὸν ἀγαπητόν, τὸν Θεὸν Λόγον, τὸν τῆς μεγάλης αὐτοῦ βουλῆς ἄγγελον, ὅπως τοὺς ὑποκειμένους θανάτῳ ·ύσηται τοῦ θανάτου. Τοῦτον παροργίζουσιν οἱ μὴ προσδεχόμενοι τοὺς μετανοοῦντας. Oὗτος γὰρ Ματθαῖον ἐμὲ τελώνην ὄντα τὸ πρότερον οὐκ ἐπῃσχύνθη· καὶ Πέτρον, ἀρνησάμενον αὐτὸν διὰ δέος τρίτον καὶ διὰ μετανοίας ἐξιλεωσάμενον καὶ προσκλαύσαντα πικρῶς, προσήκατο καὶ ποιμένα τῶν ἰδίων ἀρνίων κατέστησεν· καὶ Παῦλον δὲ τὸν συναπόστολον ἡμῶν, πολλὰ τὸ πρότερον εἰς ἡμᾶς ἐντριψάμενον κακὰ καὶ βλασφημήσαντα εἰς τὸ ὄνομα τὸ ἅγιον, ἀπόστολον ἀντὶ διώκτου προεχειρίσατο, σκεῦος αὐτὸν ἐκλογῆς ἀναδείξας. Καὶ ἄλλῃ τινὶ ἁμαρτωλῷ γυναικὶ λέγει· «Ἀφέωνταί σου αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησας πολύ». Ἑτέραν δέ τινα ἡμαρτηκυῖαν ἔστησαν οἱ πρεσβύτεροι ἔμπροσθεν αὐτοῦ, καὶ ἐπ' αὐτῷ θέμενοι τὴν κρίσιν ἐξῆλθον· ὁ δὲ καρδιογνώστης Κύριος, πυθόμενος αὐτῆς, εἰ κατέκριναν αὐτὴν οἱ πρεσβύτεροι, καὶ εἰπούσης ὅτι οὔ, εἶπεν πρὸς