Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν· ἵνα ποτίζωσι τὰ κτήνη τοῦ Χριστοῦ· τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας. Λάκκους καλεῖ ἡ Γραφὴ τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς αὐτοῦ γνώσεως καρδίας, λαμπομένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλλομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως. Ἐπεὶ δὲ τὸ Σεφιλὰ στενὴν λεκάνην ἑρμηνεύει· κτήνη τοῦ Σεφιλὰ εἶεν ἂν οἱ διὰ τῆς στενοχωρίας τῶν ἀκουσίων πειρασμῶν ἀποκαθαιρόμενοι τῶν ψυχικῶν κηλίδων, καὶ 77.1264 δεόμενοι ποτισθῆναι τὸν περὶ καρτεριᾶς καὶ ὑπομονῆς λόγον. Ἐν τῇ πεδινῇ δὲ οἱ εὐδρομοῦντες κατ' ἀρετὴν, ἢ οἱ ἐμπλατυνόμενοι τῇ κατὰ τὸν βίον εὐπραγίᾳ, δεόμενοι ποτισθῆναι, οἱ μὲν, τὸν περὶ ἐλεημοσύνης καὶ μεταδόσεως. Ἀμπελουργοὶ δὲ τῆς εἰρήνης εἰσὶν οἱ ἐν τῷ ὕψει τῆς θεωρίας γεωργοῦντες τὸν θεῖον λόγον τῆς γνώσεως, εὐφραίνοντα ψυχὴν, καὶ ἐξιστῶντα τῆς ὑλικῆς σχέσεως. Ἐπεὶ δὲ καὶ ὁ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται, ἀμπελουργοὺς αὐτοῦ φήσομεν, τοὺς κατ' ἐπίγνωσιν τῆς περιτομῆς τῶν ὑλικῶν πραγμάτων, γεωργοῦντας τὸν λόγον τὸν περιτέμνοντα τὴν ψυχὴν τῶν περιττῶν καὶ ἀνωφελῶν φροντίδων καὶ τῆς φιληδονίας. Χρήζουσι δὲ καὶ οὗτοι κἀκεῖνοι διδασκαλίας τῶν παλαιοτέρων τε καὶ τελεωτέρων. Γεωργὸς δὲ ἀληθινὸς ὁ Χριστὸς, γεωργῶν διὰ τοῦ Εὐαγγελίου τοὺς σωζομένους. Ἀλλὰ πῶς Ὀζίας ἠδύνατο ἀμπελουργοὺς ἔχειν ἐν τῷ Καρμήλῳ, αὐτὸς μὲν τὴν τοῦ Ἰούδα βασιλείαν διέπων, τοῦ Καρμήλου δὲ κειμένου ὑπὸ τὴν βασιλείαν τοῦ Ἰσραήλ; Οὐδαμῶς ἑτέρως ἢ κατὰ λόγον ἀναγωγῆς. Καὶ ἦν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέ ραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου· καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος. Ἐπείπερ Ὀζίας ἰσχὺς Θεοῦ ἑρμηνεύεται, λοιπὸν πᾶς νοῦς ἰσχὺν ἐκ Θεοῦ λαβὼν εἰς θεωρίαν ἐκζητεῖ τὸν Θεὸν δι' αὐτῆς. Ἐκζητεῖ δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς μνήμης τοῦ Θεοῦ, ἐν αἷς μνημονεύει Θεοῦ. Ζαχαρίας γὰρ μνήμη Θεοῦ ἑρμηνεύεται· ἥτις μνήμη συνετίζει τοὺς ἔχοντας αὐτήν. Συνετίζει δὲ αὐτοὺς ἐν φόβῳ τοῦ Κυρίου, τοῦτ' ἔστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου. Ὧ καὶ εὐοδοῖ ὁ Κύριος εἰς εὕρεσιν, τούς τε τῶν ἐντολῶν τρόπους διδάσκων, καὶ τοὺς τῶν ὄντων λόγους ἀποκαλύπτων. Τοιγαροῦν ὁ δίχα πράξεως τῶν θείων ἐντολῶν ἐκζητῶν τὸν Θεὸν, οὐχ εὑρίσκει αὐτὸν, μὴ εὐοδούμενος εἰς τοῦτο. Ὁ τοιοῦτος νοῦς ἀποτειχίζει τὴν γινομένην πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθητῶν εἴσοδον τοῦ διαβόλου, πηξάμενος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῇ φυσικῇ θεωρίᾳ, καθάπερ πύργους ἀσφαλεῖς τὰ εὐσεβῆ περὶ τῶν ὄντων δόγματα. Εἰς ἃ ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, φημὶ δὴ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀπώλειαν κατασύροντας. Ὁ τοιοῦτος νοῦς καὶ ἀληθής ἐστι γεωργὸς, καθαρὰ ζιζανίων, διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας, τὰ θεῖα τῶν ἀγαθῶν σπέρματα συντηρῶν. ΕΚ ΤΗΣ ΑΥΤΗΣ ΒΙΒΛΟΥ. Περὶ Ἐζεχίου. Καὶ εἶδεν Ἐζεχίας ὅτι ἥκει Σεναχηρεὶμ τοῦ πο λεμῆσαι ἐν Ἱερουσαλήμ· καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως. Καὶ συνεπίσχυσαν αὐτὸν, καὶ συνή γαγε λαὸν πολὺν, καὶ ἐξέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς