καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστραμμένα. Ὅτι γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐ μεσολαβοῦντος τὴν οἰκονομίαν υἱοῦ παρ' αὐτὸν ἑτέρου καὶ συναφθέντος αὐτῷ σχετικῶς, κατήργηκε τοῦ θανάτου τὸ κράτος, αὐτὸς δὲ μᾶλλον δι' ἑαυτοῦ, πιστώσεται λέγων· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Αἴροντος δὲ ὑψοῦ τὴν εἰς τὸν κόσμον ἀγάπην τοῦ Θεοῦ καὶ Πατρός, ὑπερμεγέθη τε καὶ ὑπερφυᾶ γεγενῆσθαι λέγοντος, ἀνθότου κατασμικρύνουσιν οἱ διεναντίας, οὐ τὸν ἀληθῶς Υἱὸν ὑπὲρ ἡμῶν δεδόσθαι λέγοντες, ἀλλ' ἕνα τῶν καθ' ἡμᾶς, εἰσποίητον ἔχοντα τὴν τῆς υἱότητος χάριν, εἰς τὸν τοῦ κατὰ φύσιν Υἱοῦ τόπον ἀναβιβάζοντες, ὄντος δὲ Μονογενοῦς τοῦ δοθέντος ὑπὲρ ἡμῶν; Εἶτα γεγραφότος Ἰωάννου σαφῶς· Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς ἀμαθίας αὐτούς, ἐξωθοῦντας μὲν 769 τῆς οἰκονομίας τὸν μονογενῆ Θεὸν Λόγον, ἀντεισφέροντας δέ, ὡς ἔφην, ταῖς θύραθεν δόξαις ἐξωραϊσθέντα τινὰ καὶ ἐπακτὸν ἔχοντα τὸ τῆς θεότητος ὄνομα; Εἶτα τί τὸ μέγα καὶ ἀξιάγαστον ἐν τῇ τοῦ Πατρὸς ἀγάπῃ φανεῖται λοιπὸν εἰ μέρος τι κόσμου, καὶ τοῦτο βραχύ, δέδωκεν ὑπὲρ αὐτοῦ; Ἢ τάχα που καὶ ἀνεπίπληκτον εἰπεῖν ὡς λελύτρωται κόσμος οὐδὲν ἔχων παρὰ Θεοῦ, ἀλλὰ τοῖς αὐτοῦ μέρεσι πρὸς τοῦτο ὑπηρετούμενος. {Β} ∆εδόσθαι φασὶ τὸν Μονογενῆ παρὰ τοῦ Πατρός, ἵν' οἰκονομήσῃ τὰ καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθῃ τῶν ἀνθρωπίνων αὐτὸς εἰς ἰδίαν φύσιν· ἀμήχανον γάρ. {Α} Πάθοι μὲν ἂν αὐτὸς εἰς ἰδίαν φύσιν τὸ σύμπαν οὐδέν. Ἀσώματος γὰρ ὑπάρχων ὡς Θεός, ἔξω που πάντως κείσεται τοῦ παθεῖν. Ἐπεὶ δὲ κατὰ τὴν αὐτοῦ φωνήν, τὴν διά γέ φημι τῆς τοῦ Ψάλλοντος λύρας, σῶμα αὐτῷ κατήρτισται παρὰ τοῦ Πατρός, παρῆλθεν ἐνσώματος τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ. Τοῦτο δὲ ἦν ἡ διὰ τοῦ τιμίου σταυροῦ λύτρωσις καὶ ἀνακεφαλαίωσις τῶν ὅλων δι' αὐτοῦ τε καὶ εἰς αὐτὸν εὖ μάλα κατορθουμένη. Συλλήψεται δὲ οἷς ἔφην καὶ ὁ πανάριστος Παῦλος ὡδὶ γεγραφώς· Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τίνα γὰρ εἶναι φὴς τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός, εἶτα μένειν ἐξὸν ἐν ἰσότητι πρὸς αὐτόν, οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ ὑπερφερὲς οὕτω καὶ θεοπρεπὲς ἀξίωμα, καὶ τὴν κατὰ πάντων ὑπεροχήν; Οὐχὶ τὸν ἐξ αὐτοῦ πεφηνότα Θεὸν Λόγον; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς τὸ χρῆμά ἐστιν; Ἀλλ' οὗτος αὐτὸς ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, μορφὴν δούλου λαβὼν οὐ κατὰ συνάφειαν σχετικήν, <ἀλλ'> Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποςἦν γὰρ μετὰ τούτου καὶ Θεόςἐταπείνωσεν ἑαυτόν, γέγονε δὲ καὶ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 770 {Β} Ἀλλ' εἴρηται, φασί, περὶ αὐτοῦ ὅτι ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ <Χριστοῦ> πᾶν γόνυ κάμψῃ. Ὃ δὲ ἦν ὁ Λόγος, δῆλον δὲ ὅτι Θεός, πῶς ἂν νοοῖτο λαβών; Ἔστι τοίνυν ἀναγκαῖον τῷ ἀναληφθέντι μᾶλλον ἀνθρώπῳ δεδόσθαι λέγειν τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα μή τι τῶν ἀπεοικότων φρονοῦντες ἁλισκώμεθα περὶ τοῦ Μονογενοῦς. {Α} Εἶτα πῶς οὐκ ἄμεινον ἀσυγκρίτως ἐνανθρωπήσαντι δι' ἡμᾶς τῷ κατὰ φύσιν Υἱῷ