παρὰ τὸ νέω γέγονεν νέϊλος, καὶ κατὰ συναίρεσιν Νεῖλος· ἢ παρὰ τὸ νέω, τὸ σημαῖνον τὸ ῥέω, καὶ τὸ ἰλὺς γέγονεν νέϊλος, καὶ Νεῖλος· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν· καὶ γὰρ νέος κατ' ἔτος φαίνεται, καὶ σήμερον καὶ κατ' ἔτος ποτίζει πᾶσαν τὴν Αἴγυπτον. 9Νείατον9: Σημαίνει δὲ τὸν ἔσχατον, διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ μέσον γίνεται μέσατον, τὸν 241 αὐτὸν τρόπον καὶ παρὰ τὸ νεῶ γέγονεν νέατον, καὶ κατὰ πλεονα σμὸν τοῦ ι νείατον. 9Νηλήτησ9: Γέγονεν δὲ παρὰ τὸ νη τὸ ἐπιτατικὸν μόριον, καὶ τὸ ἀλητεῖν, τὸ σημαῖνον τὸ ἁμαρτεῖν· καὶ ἄξιόν ἐστιν ζη τῆσαι, εἰ ἄρα τὸ νηλήτης ἀπὸ τοῦ ἀλιτεῖν γέγονεν, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι γραφόμενον, πῶς τὸ νηλήτης διὰ τοῦ η γράφεται· ἔστιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶς τὸ ι εἰς τὸ η, οὕτως γὰρ τὸ ἀκτίνες καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖς. 9Νείλεωσ9: ∆ιὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ νέος καὶ τὸ λεως γέγονεν νεόλεως, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον νείλεως, ὡς πλέον, πλεῖν· δέον, δεῖν· ἢ ὥσπερ ἡ ἀβλῆτος καὶ ἀτρῶτος γενικὴ μετάγονται εἰς εὐθείας, καὶ προπαροξύνεται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νείλεως γενικὴ μετάγεται εἰς εὐθεῖαν, καὶ προπαροξύνεται· οἷον, Νείλεως, καὶ κατὰ τροπὴν ∆ωρικὴν τοῦ η εἰς τὴν ει δίφθογγον Νείλεως· ὥσπερ οὐτῶ, οὐτήσω, οὐτεῖλαι, τοῦ η εἰς τὴν ει δίφθογγον τρα πέντος. 9Νειόσ9: Σημαίνει δὲ τὴν ἀνανεουμένην γῆν· διὰ τῆς ει δι φθόγγου γράφεται· παρὰ γὰρ τὸ νεῶ γέγονεν νεὸς, καὶ πλεονα σμῷ τοῦ ι νειός. 9Νυμφεῖα9: ει, ἡ νύμφευσις. 9Νείαρα9: Σημαίνει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρὸς, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι γέγονεν νέαιρα, καὶ πλεονασμῷ τοῦ ι νείαιρα· εἰς αὐτὴν γὰρ πορεύεται τὰ ἐσθιόμενα. 9Νεστόρειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, Νεστορέῃ παρὰ νηΐ. 9Νείφω9: Σημαίνει δὲ τὸ χιονίζω, διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ νέφος, καὶ ἐξ αὐτοῦ γίνεται νόφος, καὶ ἐν πλεονασμῷ τοῦ γ γνόφος, ἐκ τούτου οὖν τοῦ νέφος γίνεται νέφω, καὶ πλεονασμῷ τοῦ ι νείφω. 9Νιφετόσ9: Καὶ νιφὰς διὰ τοῦ ι· εἰσὶ γάρ τινα ὀνόματα. 9Νήφω9: Τοῦ ἐπὶ τὸ μεθύω κατὰ τροπὴν γεγενῆσθαι λέγει 242 Ἀπολλώνιος ἀπὸ τοῦ νείφω τοῦ σημαίνοντος τὸ χιονίζω, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς τὸ η· τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ὕδατος ῥανίσιν νήφειν ποιοῦμεν. 9Νεμέσιος· Νότοσ9: Ὁ ἄνεμος· 9Νῶτοσ9· τὰ ψῶα· 9Νω θρόσ9. 9Νόστος· Νεοσσοί· Ναβουθαί9.
9Ξυνοικία9: Ἡ ἑορτὴ τὰ ξυνοικία. 9Ξιφίσματα9: Ὄρχησις παρὰ τὸ ξίφος· ὡς
τῶν ὀρχουμένων ξιφηρῶν ὄντων. 9Ξίρισ9: Ἔστιν δὲ εἶδος ἀρωματικὸν φυτοῦ, διὰ τοῦ ι γράφε ται· τὰ γὰρ εἰς ρις βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγονται· οἷον, ἔρις· Ἴρις, ἔστιν δὲ εἶδος ὀρνέου· δῆρις· Σίρις, ἔστιν δὲ ὄνομα πόλεως Φοινίκης· κίσιρις, ἔστιν δὲ εἶδος ὀρνέου· οὕτως καὶ ξίρις. 9Ξεῖνοσ9: ∆ιὰ διφθόγγου γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, κατὰ πλεονασμὸν τοῦ ι· οἷον, κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ, τὸν αὐτὸν τρόπον καὶ τὸ ξένος γέγονεν ξεῖνος· πρόσκειται βα ρύτονα διὰ τὸ χειρὶς, χειρίδος· σημαίνει δὲ τὸ χειρομάνικον· καὶ πάλιν οἱ Αἰολεῖς ξένος λέγουσιν· μηδεὶς δὲ οἰέσθω ὅτι τὸ ξένος ἀπὸ τοῦ ξεῖνος γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι τὸ ἀπὸ πλεονασμοῦ ἀποβάλλουσιν, καὶ διπλασιάζουσι τὸ σύμφω νον· οἷον, τὸ κενὸς γίνεται κεινὸς, καὶ οὐ λέγουσι κέννος· ἀλλὰ ἀπὸ τοῦ ξένος γέγονεν ξέννος· καὶ γὰρ πολλάκις καὶ ἐπὶ βρα χείᾳ συστολῇ ποιοῦνται τοῦ συμφώνου διπλασμόν· οἷον, Ἔννη, ἔστιν δὲ ὄνομα πόλεως· θεράπων, θεράπονος· οὕτως καὶ ξένος, ξέννος. 9Ξυλοφορία9: ι ἡ παράδοσις. 9Ξυλήφιον9: ι, ὡς ὑποκοριστικὸν γὰρ, καὶ δοκιμώτερον τὸ ξυλήριον καὶ ξυλάριον. 9Ξένιοσ9: ι, καὶ τὸ κύριον, καὶ τὸ ἐπίθετον. 9Ξανθικόσ9: Ὁ μὴν ι· οὐδεὶς γὰρ μὴν Μακεδόνων τὴν ει δίφθογγον ἔχει ἐνπαρατέλευτον. 243 9Ξυλεῖα9: ει, ξυλεύω γάρ.