33
Ἀμμενέμης ἔτη ι ςʹ. Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχεν ὁ Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρ ζβʹ, ἔτη βτʹ, ἡμέραι οθʹ.
∆ΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ ∆ωδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ζʹ
ὧν πρῶτος Σεσόγχωσις Ἀμμενέμου υἱὸς ἔτη μ ςʹ. βʹ Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, ὃς λέγεται γεγονέναι πηχῶν δʹ, παλαιστῶν γʹ, δακτύλων βʹ. ὃς πᾶσαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν κατασχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναι κῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς καὶ ὑπὸ τῶν Αἰγυπτίων μετὰ Ὄσιριν νομισθῆναι. δʹ μεθ' ὃν Λάμαρις ἔτη ηʹ, ὡς τὸν ἐν Ἀρσενοΐτῃ λαβύρινθον ἑαυτῷ τά φον κατεσκεύασεν. οἱ δὲ τούτου διάδοχοι ἐπὶ ἔτη μβʹ, οἳ πάντες ἐβασίλευσαν ἔτη σμεʹ.
ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Τρισκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ξʹ, οἳ
ἐβασίλευσαν ἔτη υνγʹ Τεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων ο ςʹ, οἳ ἐβασίλευσαν ἔτη ρπδʹ. Πεντεκαιδεκάτη δυναστεία ποιμένων. Ἦσαν δὲ Φοίνικες ξένοι βασιλεῖς ςʹ, οἳ καὶ Μέμφιν εἷλον, ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ' οὗ καὶ ὁ Σαΐτης νομός. οἳ καὶ ἐν τῷ 68 Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ' ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μδʹ. γʹ Παχνὰν ἔτη ξαʹ. δʹ Σταὰν ἔτη νʹ. εʹ Ἄρχλης ἔτη μθʹ. ςʹ Ἄφοβις ἔτη ξαʹ. ὁμοῦ ἔτη σπδʹ. Ἑξκαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς λβʹ. ἐβασίλευσαν ἔτη φιηʹ. Ἑπτακαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς μγʹ καὶ Θηβαῖοι ∆ιοσπολῖται μγʹ. Ὁμοῦ οἱ ποιμένες καὶ οἱ Θηβαῖοι ἐβασίλευσαν ἔτη ρναʹ.
ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Τρισκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ξʹ, οἳ
ἐβασίλευσαν ἔτη υνγʹ. Τεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων ο ςʹ, οἳ ἐβασίλευσαν ἔτη ρπδʹ. ἐν ἄλλῳ υπδʹ. Πεντεκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων, οἳ ἐβασίλευσαν ἔτη σνʹ. Ἑξκαιδεκάτη δυναστεία Θηβαῖοι βασιλεῖς εʹ, οἳ καὶ ἐβασίλευσαν ἔτη ρ ζʹ. Ἑπτακαιδεκάτη δυναστεία ποιμένες ἦσαν ἀδελφοὶ Φοίνικες ξένοι βασιλεῖς, οἳ καὶ Μέμφιν εἷλον ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ' οὗ καὶ ὁ Σαΐτης νομὸς ἐκλήθη, οἳ καὶ ἐν τῷ Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ' ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μʹ. γʹ Ἄφωφις ἔτη ιδʹ. μεθ' ὃν Ἄρχλης ἔτη λʹ. ὁμοῦ ἔτη ργʹ. Κατὰ τούτους Αἰγυπτίων βασιλεὺς Ἰωσὴφ δείκνυται. 69 Σημειωτέον πῶς ὁ Εὐσέβιος πρὸς τὸν οἰκεῖον σκοπὸν τοὺς τῆς πεντε καιδεκάτης δυναστείας παρὰ τῷ Ἀφρικανῷ φερομένους κατὰ τὴν ιζʹ δυνα στείαν γεγονέναι λέγει. ἐπὶ γὰρ πᾶσι συμπεφώνηται ὅτι ἐπὶ Ἀφώφεως ἦρξεν Ἰωσὴφ τῆς Αἰγύπτου. μὴ ἔχων ὁπωσοῦν ἐπὶ ἄλλου τινὸς αὐτὸν παραθέσθαι μετήγαγε τὸν Ἄφωφιν ἀπὸ τῆς ιεʹ δυναστείας εἰς τὴν ιζʹ, κολοβώσας τὰ ἔτη αὐτοῦ ξαʹ ὑπάρχοντα εἰς λʹ, τὰ δὲ τῆς ὅλης δυνα στείας ρναʹ ργʹ παραθεὶς καὶ ἀντὶ τῶν ἓξ βασιλέων δʹ μόνους.
ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ὀκτωκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ι ςʹ ὧν
πρῶτος Ἀμώς, ἐφ' οὗ Μωϋσῆς ἐξῆλθεν ἐξ Αἰγύπτου, ὡς ἡμεῖς ἀπο δεικνύομεν. ὡς δ' ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα συμβαίνει νέον ἔτι εἶναι. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ὀκτωκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ιδʹ, ὧν πρῶτος Ἄμωσις ἔτη κεʹ. Κἀνταῦθα Εὐσέβιος δύο βασιλεῖς περιέκρυψεν, ἔτη δὲ προσέθηκε πεʹ, τμηʹ παραθεὶς ἀντὶ σξγʹ τῶν παρ' Ἀφρικανῷ. Ἰδοὺ δὴ ὁ μὲν Ἀφρικανὸς βουληθεὶς κατὰ τὸ πʹ ἔτος Μωυσέως τὸν Ἄμωσιν ἐκθέσθαι διὰ τὴν ἔλλειψιν τῶν ριʹ ἐτῶν ἣν ὑπέστη ἐκ τῆς ιγʹ γενεᾶς τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὡς εἴρηται ἡμῖν καὶ