33
ἐμαυτὸν διασκεψάμενος, ἐπεὶ καὶ τὴν σὴν βούλησιν ἐπυθόμην, ταῦτα καταπράξομαι, ἅπερ ἂν ἥδιστα καὶ αὐτῷ σοὶ φανείη.» τοῖς μὲν δὴ πρέσβεσι τοιαῦτα διαλεχθεὶς ὁ βασιλεὺς, καὶ χρησταῖς ἐλπίσι μετεωρίσας, ἐς Βυζάντιον ἐκέλευεν ἀναστρέφειν. οἳ δὴ καὶ ἀφικόμενοι πρὸς βασιλέα, καὶ τήν τε τῆς στρατιᾶς ὑπὲρ τοῦ νέου βασιλέως σπουδήν τε καὶ προθυμίαν, καὶ τὴν κατ' αὐτῶν ὁρμὴν καὶ μανίαν ἀπηγγελκότες, οὐκ ὀλίγην ἐνεποίησαν ταραχήν· εἶτ' αὖθις καὶ τοῖς τοῦ νέου βασιλέως χρησάμενοι λόγοις, παρεσκεύασαν χρηστότερα ἐλπίζειν. ἔνδον μέντοι καὶ αὐτοῦ Βυζαντίου τὰ μὲν τοῦ νέου βασιλέως ηὔξανε σφόδρα καὶ 1.97 ἰσχὺν προσελάμβανεν οὔτοι μετρίαν· τὰ δὲ τοῦ πρεσβυτέρου ὑπέῤῥει τε κατὰ μικρὸν καὶ ἀσθενέστερα ἀπεδείκνυτο. ἀλλὰ τὰ μὲν κατὰ Βυζάντιον τοιαῦτα. κʹ. Ὁ νέος δὲ βασιλεὺς εἰς τὴν ὑστεραίαν τοὺς ἐν τέλει πάντας καὶ τοὺς τῶν ταγμάτων ἡγεμόνας συγκαλεσάμενος, ἔτι δὲ καὶ τὴν στρατιὰν καὶ τὴν χθὲς ἀταξίαν καταμεμψάμενος ὡς οὐ καλῶς οὐδὲ προσηκόντως γεγενημένην, μηδὲ γὰρ ἐκ φαύλου ἀγαθόν τι δύνασθαι ἐκβῆναι, εἶτα ἐπειπὼν, ὡς νῦν μὲν ἂν συγγνοίη τοῖς αἰτίοις τῆς ταραχῆς ὡς οὐκ εἰδόσιν αὐτὸν ἀηδῶς ἔχοντα πρὸς τὰ τοιαῦτα, ἂν δ' αὖθις παραπλήσια τολμῶσι, δίκην ἐπιθήσει πρέπουσαν τοῖς ἀτακτοῦσιν· εἰς μέσους παρέθηκε τὴν βουλὴν, φήσας, ὡς «οἱ μὲν παρὰ βασιλέως τοὐμοῦ πάππου λόγοι καὶ ἡ ἀξίωσις, ὡς αὐτός τε ἀσπάζοιτό, εἰσι, τὴν εἰρήνην, καὶ ἡμᾶς βούλοιτο· καὶ τούτου χάριν ἡμᾶς μὲν ἃ βουλοίμεθα αἰτεῖν, ἐκεῖνον δὲ ἡδέως ἔχειν εἰς πέρας ἄγειν. λοιπὸν τοίνυν ὑμᾶς ἕκαστον ἃ ἂν οἴηται συνοίσειν λέγειν.» Πρὸς ταῦθ' ἅπαντες ὥσπερ ἀπὸ συνθήκης μία γενόμενοι γλῶσσα, μὴ δέχεσθαι ἔφασαν τὴν εἰρήνην, μηδὲ βούλεσθαι ὅλως βουλεύεσθαι περὶ τούτου. «ἰδοὺ γὰρ, ὡς ἀκούομεν, βασιλεῦ, εἰς ἔσχατον ἀφιγμένος κινδύνου, καὶ μόγις θεοῦ συναιρομένου τὸ ἀποθανεῖν διαφυγὼν, τοῖς αὐτοῖς 1.98 ἢ καὶ χείροσι κακοῖς περιπεσεῖν φιλονεικεῖς. δεόμεθα δή σου τοῦ τοιαῦτα λογίζεσθαι ἀποτρέπεσθαι· ὅμως ἐπείπερ, ὡς σὺ φῂς, ὁ σὸς πάππος εἴρηκε καὶ βασιλεὺς, ὡς ὅπερ ἂν αὐτὸς ἐθέλῃς αἰτεῖν, ἐκεῖνον ἐκπληροῦν παρεσκευάσθαι, τῆς βασιλείας λέγομεν ἀποστάντα καθ' ἑαυτὸν ὅποι βούλοιτο διάγειν, σὲ δὲ ἐᾷν τὴν Ῥωμαίων ἀρχὴν ἰθύνειν· ἂν δὲ μὴ βούλοιτο, πρὸς Βυζάντιον ἰτέον ἐπ' αὐτόν. οἰόμεθα γὰρ οὐδὲ μέχρι τειχῶν περιμενεῖν ἡμᾶς τοὺς Βυζαντίους, ἀλλ' ἔτι ποῤῥωτέρω ὄντων, εἰς ὑπάντησίν τε σὴν ἐξελθεῖν καὶ τὴν πόλιν ἂν παραδοῦναι. εἰ μὲν οὖν οἷσπερ βουλευόμεθα πείθῃ καὶ αὐτὸς, ὦ βασιλεῦ, μηκέτι μέλλωμεν, ἀλλ' ἔργου ἐχώμεθα ἤδη. εἰ δ' ἄλλως αὐτὸς βεβούλευσαι, ἀλλ' ἡμῖν γε φανερῶς φράσον, ὅπως ἕκαστος, ὡς ἂν οἷός τε ᾖ, διασώζῃ ἑαυτόν.» Τούτων οὕτως ἀπὸ πάντων ὥσπερ ἀπὸ μιᾶς εἰρημένων γλώττης, πολλὴν ὁρῶν ἀκαιρίαν ὁ βασιλεὺς εἰς τὸ μεταπείθειν ἐπιχειρεῖν, ἥ τε γὰρ στρατιὰ ἀκάθεκτοι ταῖς ὁρμαῖς ἦσαν, καὶ μάλιστα οἱ ἐκ Γερμανῶν μισθοφόροι Λατῖνοι, ἐν οἷς ἦσαν καί τινες τῶν εὐπατριδῶν παρ' αὐτοῖς, αὐτός τε ἀήθως ἔτι εἶχε πρὸς ἅπαντας, πλὴν ὀλίγων τινῶν, καὶ οὐκ ἦν ἐκ τοῦ ῥᾴστου πρὸς ἀγνῶτας διαλέγεσθαι, ὥσπερ ἦν χρήσιμον τῷ καιρῷ, πολλὰς τῆς εἰς αὐτὸν εὐνοίας αὐτοῖς χάριτας ὁμολογήσας, καὶ δεῖν εἶναι εἰπὼν πλείονι διασκέψει δοῦναι τὸ πρᾶγμα, καὶ μὴ ἐφ' οὕτω μεγάλην πρᾶξιν ἀπερισκέπτως χωρεῖν· «οὐ γὰρ περὶ μικρῶν τινων βουλευόμεθα, ἀλλὰ περὶ τοῦ σύμπαντος σχεδόν·» 1.99 διέλυσε τὸν σύλλογον, εἰς τὴν ὑστεραίαν τὸ πέρας τῆς βουλῆς ἐξαρτήσας. τούτων δὲ διαλυθέντων, ἅμα τοῖς τρισὶ πάλιν ὁ βασιλεὺς ἐβουλεύετο περὶ τῶν προκειμένων, ἃ συμφέρειν ἕκαστος οἴεται κελεύσας εἰπεῖν. εἶπεν οὖν πρῶτος ὁ Συργιάννης· «ἡμεῖς ἃ καὶ πρότερον ἐβουλευσάμεθα, βασιλεῦ, ὄντες ἐν Βυζαντίῳ, οὐκ ἰδίᾳ τι ἐχθραίνοντες ἐφθεγξάμεθα τῷ σῷ πάππῳ καὶ βασιλεῖ, οὐδὲ περὶ πλείστου τὸ κακῶς αὐτὸν ποιούμενοι παθεῖν, ἀλλὰ τῆς σῆς κηδόμενοι σωτηρίας, ἀναγκαίως ἐφερόμεθα πρὸς τοῦτο· ἡ γὰρ τοῦ ἑνὸς εὐδοκίμησις τοῦ ἑτέρου εἶναι φαίνεται καταστροφή· ὃ δὴ καὶ νυνὶ συμβαίνει. τῆς γὰρ στρατιᾶς ἁπάσης ἐπ' αὐτὸν ἰέναι προθυμουμένης, ἔχονται δὲ ὀρθῶν λογισμῶν, καὶ οὐκ ἔστιν οὐδένα νοῦν