33
πληγὴν ταύτην ἐπὶ τοὺς ̓Ισραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ηνπερ ἀφείλοντο ἐπανεσώσατο αυθις τοῖς ̔Εβραίοις ὁ Σαμουήλ. εκρινε δὲ τὸν λαὸν καὶ ηρχεν αὐτοῦ. Ηδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ονομα τῷ πρεσβυτέρῳ ̓Ιωήλ, τῷ νεωτέρῳ δὲ ̓Αβιά. οι οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ' ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαὸς διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς "ἐπεὶ μὴ οιός τε ει" εφασαν "σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ος καὶ τοῦ εθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται." λυπουμένου δ' ἐπὶ τούτοις τοῦ Σαμουὴλ ειπε πρὸς αὐτὸν ὁ θεός "οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ' ἐμέ. ακουσον τοίνυν αὐτῶν, καὶ ον αν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν." συναθροίσας δὲ τοὺς ̔Εβραίους ὁ Σαμουὴλ κατέθετο 1.83 χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης "απιτε νῦν" ειπεν, "οταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμᾶς." ̓Ανὴρ δέ τις Βενιαμίτης, Κὶς ονομα τῷ ἀνδρί, ονους ἀπολέσας, τὸν υἱὸν ος ην αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ονων σὺν ἑνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς ̓Αρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ονων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον ειναι ον βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν ̔Εβραίων. ἐρωτηθεὶς ουν περὶ τῶν ονων ὁ Σαμουὴλ σεσῶσθαι ειπεν αὐτάς, καὶ ξενίσας τὸν Σαοὺλ προέπεμψεν εωθεν, καὶ εξω τοῦ αστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ελαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν "κέχρικέ σε κύριος αρχοντα" εφη "ἐπὶ τὸν λαὸν αὐτοῦ ̓Ισραήλ, καὶ εστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον ̔Ραχὴλ ανδρας δύο τὴν ευρεσιν τῶν ονων εὐαγγελιζομένους σοι." καὶ αλλα δὲ σημεῖα τοῦ ἀληθεύειν ειπεν αὐτῷ καὶ οτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ηξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ' αὐτοῦ. συνήθροισε δ' επειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ιν' ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων εσται. επεσεν ουν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, ειτα εἰς τὴν πατριὰν Ματταρί. κατ' ανδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τὸν 1.84 Σαοὺλ ὁ κλῆρος επεσεν. ὡς δὲ ζητούμενος οὐκ ην, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ οπου ἐκέκρυπτο, καὶ ἀχθέντα εστησε μέσον. καὶ ην ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος εφησεν ὁ προφήτης "τοῦτον εχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ῳ οὐκ εστιν ομοιος ἐν πᾶσιν ὑμῖν." ὁ δὲ λαὸς ἐπευφήμησε καὶ ειπεν "ζήτω ὁ βασιλεύς." ουτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον. Μετὰ δὲ μῆνα Νάας ὁ τῶν ̓Αμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ ̓Ιαβεὶς Γαλαάδ, μὴ αλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τὸν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ ̓Αμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν οριον ̓Ισραήλ, ἀπειλῶν ουτω θήσειν τοὺς μὴ κατὰ τῶν ̓Αμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ ευρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αυριον εσται τοῖς ἀνδράσιν ̓Ιαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι' ολης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς ̓Αμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς