33
πλανητικός. Αλημα. παραλογιστικὸν πανούργημα η ἐπίτριμμα. ω τέκνον Λαερτίου κακοπινέστατ' αλημα στρατοῦ. alpha.132 ̓Αλείατα. τὰ αλευρα. Αληκτον. ἀκατάπαυστον. ̓Αλισγημάτων. μιασμάτων, ἐκ μυσαρᾶς θυσίας τῶν εἰδώλων. ̓Αλλεπάλληλον. πυκνόν· συνεχές. ̓Αλληλέγγυον. ἡ ἐξ ἀμφοτέρων πίστις. ̔Αλίπεδον. τὸ παραθαλάσσιον πεδίον. ̓Αλίαστον. τὸ ἀκατάπαυστον, ο οὐ δύναταί τίς ἐκφυγεῖν. ̓Αλιτόμηνον. τὸ ἁμαρτάνον τῶν ἐννέα μηνῶν. ἀλιτόμηνα βρέφη. ̓Αλείαρ. τὸ ὑπὸ τῶν πυρῶν αλευρον· τὸ γὰρ ἀπὸ κριθῆς αλφιτον λέγεται. ̓Αλεξιφάρμακον. θεραπευτικὸν βοήθημα. ̓Αλίγκιον. ομοιον. ̔Αλιῤῥόθιον. κῦμα θαλάσσιον. ̓Αλληλούϊα. αινος θεοῦ ἑρμηνεύεται. εστι τὸ μὲν ἀλληλοῦ, αινος, τὸ ια, θεός. διότι καὶ ἀντὶ τοῦ, αἰνεῖτε τὸν κύριον, οτι ἀγαθὸν ψαλμὸς, ἀλληλούϊα, οτι ἀγαθὸν ψαλμὸς, ὁ Σύμμαχος τέθεικεν. Αλασ. τὸ ἐσθιόμενον. παρὰ δὲ τῷ εὐαγγελίῳ ἡ φρόνησις, ης εμπλεως ὁ ἀποστολικὸς λόγος. ον τρόπον ανευ ἁλὸς ουτε αρτος, ουτε οψον ἐδώδιμον. ὡς τό· ὑμεῖς ἐστὲ τὸ αλας τῆς γῆς. γῆν καλεῖ τὰς ψυχὰς τῶν ἀνθρώπων· ψυχὴ γὰρ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι σέσηπται. Αλκαρ. δύναμις, σωτηρία, βοήθημα. παρὰ τὸ ἀλκή. alpha.133 ̓Αλαλκτήρια λιμοῦ. τὰ δυνάμενα ἀλαλκεῖν καὶ ἀπείργειν τὸν λιμόν. ̓Αλλόβριθεσ. εθνος δυνατώτατον Γαλατικόν. Πολύβιος. διὰ τοῦ ˉι γράφεται τὸ ̓Αλλόβριθες. ̓Αλόγιστα παροίσομεν. ἀδιήγητα τὰ κακὰ βαστάζομεν. Σοφοκλῆς· ἐν πυμάτῳ δ' ἀλόγιστα παροίσομεν-. ̓Αλογίας δίκη. αν φεύγουσιν οἱ αρχοντες τὸν λόγον οὐ διδόντες τῶν τῆς ἀρχῆς διοικημάτων. ̓Αλλοδαπά. ξένα, παντοῖα. ̓Αλήρια. ὀστᾶ. ̓Αλλόκοτον. ξένον. παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατὰ τὸ αὐτό. ἀλλόκοτον καὶ τὸ ἀνόμοιον. ̔Αλμυρόν. δριμύ. ̔Αλυκόν. δριμύ. -ἁλυκὸν δέ οἱ εκπεσε δάκρυ. ̓Αλυκρά. χλιαρά. -γέντο δ' ἀλυκρά-. Αλυκτον. ο οὐ δύνατάι τις φυγεῖν. Αλφιτα. τὰ ἀπὸ τῆς κριθῆς αλευρα. Αλσοσ. δάσος, σύνδενδρος τόπος. παρὰ τὸ αλδω, αλσω, αλσος· η παρὰ τὸ αρδω, ὁ μέλλων αρσω, καὶ ἐξ αὐτοῦ αλσος. ̓Αλυσιτελέσ. ἀσύμφορον, βλαβερόν. ̔Αλώσιμον. τὸ ληφθῆναι δυνάμενον. ̓Αλύαττα. πόλις Βιθυνίας. ̔Αλώνητα. τὰ βάρβαρα ἀνδράποδα. τοὺς γὰρ αλας διδόντες τοῖς Θρᾳξὶν ὠνοῦντο τὰ ἀνδράποδα. Αλωα. τὰ παρὰ τὴν σελήνην νεφελώδη. ̓Αλώϊον. πόλις Θεσσαλίας. Αλπειον. ορος. καὶ Αλπιον, καὶ Αλπεινον. Alpha. τὸ στοιχεῖον. παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν αλλων στοιχείων εὑρέθη. alpha.134 η ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· αλφειν γὰρ τὸ ἀμείβειν. ̔Αλίπεδον. τὸ ὁμαλόν. ουτως ευρον παρὰ τῷ Ψελλῷ. ( ̔Ρῆμα.) ̓Αλαλάξατε. ὑψώσατε φωνήν. καὶ ἀλαλάζειν παρὰ τὸ τὴν ἀλάλην, ο σημαίνει τὸν θόρυβον. ̓Αλαλύκτημαι. τεθορύβημαι, πεπλάνημαι. παρὰ τὸ τὴν ἀλάλην, ο σημαίνει τὸν θόρυβον, ἀλαλῶ, ἀφ' ου ἀλαλύσσω, ῥηματικὸν ονομα ἀλαλυκτὸς καὶ ἀλαλυκτῶ, καὶ ἀλαλύκτημαι. καὶ εστι παρακείμενος. εἰ δὲ ἐνεστὼς, ἀλυκτῶ, ου παράγωγον τῶν εἰς ˉμˉι ἀλύκτημι· ου παθητικὸν αἰολικὸν ἀλύκτημαι. ἐκεῖνοι γὰρ ουτω λέγουσιν ποίημαι καὶ νόημαι. καὶ ἐν διπλασιασμῷ ἀλαλύκτημαι. πολλοῖς γὰρ χρῆται αἰολικοῖς ὁ ποιητὴς καὶ μάλιστα ἐν μετοχαῖς· οιον ἀκαχημένος, ἀκαχμένος. ̓Αλαίνω. τὸ πλανῶμαι. παρὰ τὸ αλη, ἀλῶμαι, παραγώγως ἀλαίνω· ὡς ἱδρὼς ἱδραίνω. ̓Αλαπάξαι. ἐκπορθῆσαι. κυρίως δὲ ἐκκενῶσαι· κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. η παρὰ τὸ λίαν αποθεν ἡμῶν ποιεῖν τὰ πάθη. η παρὰ τὸ ˉλˉα ἐπιτατικὸν καὶ τὸ παθητικόν. ̓Αλαλκεῖν. ἀπείργειν, ἀποσοβεῖν, η τὸ βοηθεῖν. ἀόριστος δεύτερος καὶ μέλλων, ἀλάλκω, ηλαλκον, ἀλαλκῶ καὶ ἀλαλκεῖν. ̓Αλαλκών. μετοχή ἐστι, δεύτερος ἀόριστος καὶ μέσος. ἀλάλκω γάρ ἐστιν. ὁ μέλλων ἀλάλξω. ὁ δεύτερος ἀόριστος ηλαλκον, καὶ ἀλαλκὼν μετοχή. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκὴ, ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ. ̓Αλλαξάμενοσ. προτιμήσας ὑπὲρ τοῦ κέρδους. ὁ Λακεδαιμώνων τὴν πήρωσιν ἀλλαξάμενος. ̓Αλλάχθητε. ἀντὶ τοῦ διαλλάχθητε. ουτως Σοφοκλῆς. alpha.135 ̓Αλλὰ χρή. ἀντὶ τοῦ· εστω τοῦτο. δηλοῖ συγκατάθεσιν-οιον. καὶ τὸ μάλα. ̓Αλάλημαι. τεθορύβημαι. ἀπὸ τοῦ ἀλάλη. ̓Αλαστήσασ. σχετλιάσας, δεινοπαθήσας.