καὶ ἔχουσιν ἃ ἔχουσιν; Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων; Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δι' ἑτέρων, δυναμένης τῆς φύ σεως ποιεῖν αὐτὰ κινεῖσθαι δι' ἑαυτῶν τὴν κίνησιν ἣν νῦν κι νοῦνται δι' ἑτέρων, τῆς ἐν εὐκινητοτάτῃ αὐτῶν οὐσίᾳ πεποιη κυίας αὐτὰ ἀκίνητα καθ' αὑτά; Eἰ ἐν τοῖς ἀϊδίοις οὐδὲν παρὰ φύσιν, παρὰ φύσιν δὲ τὸ οὐσίαν μὲν καὶ σχῆμα ἔχειν ἀεὶ κινητόν, στάσιν δὲ ἀκίνητον, ἄρα οὐκ ἀΐδια τὰ ἐν οἷς τι παρὰ φύσιν, ἢ ψευδὲς τὸ ἐν τοῖς ἀϊδίοις οὐδὲν παρὰ φύσιν. Eἰ οὐδὲν τῶν ἀγενήτων οὔτε ὃ ἔχει οὔτε ὃ μὴ ἔχει κατὰ πρόνοιάν τινος ἔχει ἢ οὐκ ἔχει, πῶς, εἰ ἀγένητος ὁ οὐ ρανὸς καὶ τὰ ἄστρα, κατὰ πρόνοιαν τῆς φύσεως ὄργανον μὲν οὐκ ἔχει κινήσεως, σχῆμα δὲ ἔχει σφαιρικὸν ἀντὶ τοῦ ὀργάνου, πρὸς τὴν συνεχῆ κίνησιν ἐπιτηδειότερον ὂν τῶν πορευτικῶν ὀργάνων; ξα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ μὲν πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλα νωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς. Ταύτῃ οὖν ἀνι σάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν, τῇ μὲν μιᾷ πολλὰ ἀποδιδοῦσα σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς. Ἐν πολλαῖς γὰρ σφαίραις ἡ μία σφαῖρα ἐνδεδεμένη φέρεται, ἑκάστη δὲ σφαῖρα σῶμα τυγχάνει ὄν. Eἰ τῶν ἀγενήτων τε καὶ ἀϊδίων οὐσιῶν ποιητὴς οὐδείς, πῶς ἀΐδιά τε καὶ ἀγένητα ταῦτα, ὧν ἡ φύσις τῆς τάξεώς ἐστι ποιητής, τῇ μὲν μιᾷ ἀποδιδοῦσα πολλὰ σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς, τὰ πλήθη τῶν τοῦ ἑνὸς σώ ματος φορῶν ἰσάζουσα τῷ πλήθει τῶν σωμάτων. Eἰ τὰ ἀγένητα ταῦτα καὶ ἀποίητα, πῶς ἐνδέχεται ἐν τοῖς ἀγενήτοις πεποιημένην εἶναι τάξιν φυσικήν; Σφαῖρα σφαίρᾳ ἐνδεδε μένη, τὴν αὐτὴν ἔχουσα οὐσίαν ἣν ἔχει ἡ σφαῖρα ᾗ ἐνδέδεται, πῶς οὐ φαίνεται ἀμφοτέρας ἔχουσα τὰς ἀτοπίας τὰς ἐν τοῖς ἀϊδίοις μὴ ὑπαρχούσας, τὸ μάτην ἔχειν τὴν κινητὴν οὐ σίαν καθ' ἣν οὐ κινεῖται, καὶ τὸ παρὰ φύσιν κινεῖσθαι κατὰ συμβεβηκός; ξβ. Ἐκ τοῦ τρίτου λόγου Περὶ οὐρανοῦ. Τῶν φύσει λεγομένων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ ἔργα καὶ πάθη τούτων· λέγω δὲ οὐσίας μὲν τὰ ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τού των, τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια τούτου, πάλιν τά τε ζῶα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων. Ὁ εἰρηκὼς τὸν οὐρανὸν εἶναι ἐξ ἁπλοῦ τινος στοιχείου ἑτέρου ὄντος παρὰ τὰ ἐνταῦθα στοιχεῖα, καὶ ὅτι οὐκ ἐνδέχεται οὐρανὸν ἄλλον γενέσθαι διὰ τὸ τοῦτον πᾶσαν περιειληφέναι τὴν ὕλην, πῶς νῦν λέγει ἐκ τῶν αὐτῶν εἶναι στοιχείων τὸν οὐρανόν, ἐξ ὧν καὶ τὰ ζῶα καὶ τὰ φυτά; Ἀλλ' εἰ μὲν ἄλλον οὐρανὸν λέγει ἐξ ἄλλων στοιχείων γενέσθαι, πῶς οὐ ψεύδεται λέγων· Oὐκ ἐνδέχεται ἄλλον οὐρανὸν εἶναι πλὴν ἑνός; Eἰ δὲ τὸν αὐτὸν λέγει οὐρανὸν ποτὲ μὲν ἐξ ἄλλου θειοτέρου στοι