Eἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθη τῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τοῦ σώματος; Eἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νε κρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις. Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· καὶ ἐννοητικὴν μὲν λεγομένην, καθ' ἣν καταλαμβάνουσιν αὑτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ' ἣν δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ αὐτάς. Oὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰ σθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλὰ αὐτὴ ἡ ψυχὴ αἴσθησιν παρέχουσα τῇ αὑτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῶον ποιεῖ· καὶ ὡς μὲν πρὸς τὸ ζῶόν ἐστιν αἰσθητικόν, ὡς δὲ πρὸς ἑαυ τήν ἐστιν αἰσθητική, καὶ οὐδέποτε γίνεται νεκρὰ ἡ ψυχή· νέκρωσις τοῦ ἐμψύχου γὰρ ὑπάρχει, καὶ οὐ τῆς ψυχῆς. Συν εργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰ σθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, καὶ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ' οὐσίαν. Ἐρώτησις οη. Eἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν ∆αυῒδ ὁ θεὸς ἀπε φήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφή της εἰργάσατο; Καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμίσηνται, διὰ τί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συν έστησε, καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; Τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέγουσα ὅτι Τέκνα μοιχῶν ἀτέλεστα; Ἀπόκρισις. Καὶ γὰρ ὁ διὰ μετανοίας τὰ οἰκεῖα σφάλματα διορθω σάμενος ∆αυῒδ καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Oὐρίου τοῦτον ἐθανάτωσεν ὁ θεός, διὰ τὸ εἶναι τέκνα μοιχῶν ἀτέλεστα, τοὺς δὲ μετὰ τοῦτον γεννηθέντος οὐκ ἐθανάτωσε, διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Oὐρίου εἰς γυναῖκα ἐπιεικῶς. Τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Oὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ ∆αυῒδ τὸ γένος ὁ θεός, καὶ τὸν Χριστὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατά γεσθαι ἐποίησεν. Ἐρώτησις οθ. Eἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα τὸν περὶ εὐ σέβειαν ζῆλον ὁ Ἰωσίας θερμότατον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας, καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας, καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας, καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας καὶ θύον τας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας, καὶ τὴν θείαν ἀνυψώσας λατρείαν, καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ