33
καὶ θᾶττον ἀγαγόντες διά τινων ταχυδρόμων, ὅθεν ἐκρύπτοντο, καὶ τοῖς βαρβάροις ἐναριθμήσαντες, οὕτως τὴν πόλιν τῆς πυρκαϊᾶς διεσώσαντο. 65.1 Ἀλλ' ὅτε δὴ καὶ τοῦτο πέρας εἰλήφει, καὶ οὐκ ἐνέλιπεν οὐδὲν ὃ τοῖς ἀκορέστοις ἐκείνοις ὀφθαλμοῖς ὑπόθεσις χρυσίου μὴ ἐγεγόνει, ἔδει δὲ μὴ ἐπὶ πολὺ καρτερεῖν τῷ τόπῳ, ἀλλὰ φροντίζειν καὶ τῶν κατὰ τὸν πλοῦν συμπτωμάτων μᾶλλον τῷ καιρῷ τούτῳ τοῖς πλωτῆρσιν ἐγγινομένων, τότε δὴ περὶ μεσημβρίαν ὄντος τοῦ ἡλίου τῇ δεκάτῃ τῆς ἁλώσεως ἡμέρᾳ τοῦ λιμένος ἐξωρμήσαμεν καὶ πρὸς τὴν ῥηθεῖσαν Ῥωμαίαν πύλην μετήχθημεν, τὸ λοιπὸν ἐκεῖσε τελέσαντες τῆς ἡμέρας. 65.2 ἦμεν οὖν ἡμεῖς οἱ πέντε, καθὼς ἐχειρώθημεν, εἴς τινα ναῦν τοῦ ἀρχηγοῦ τοῦ κατ' Αἴγυπτον στόλου, οὗ καὶ προσδεηθεὶς ἦν ὁ ἐμὸς πατὴρ διά τινος ἑρμηνέως (οὐδὲ γὰρ ᾔδει λαλεῖν καθ' ἡμᾶς) προστάξαι τοῖς ὑπ' αὐτὸν δορυφόροις ἀγαγεῖν ὅθεν ἂν ἦσαν διασπαρέντες οἱ κατὰ συγγένειαν ἡμῖν πλησιάζοντες. 65.3 ὃ δὴ καὶ παρὰ μικρὸν ἐτελεῖτο ἄν, εἰ μὴ κἀν τούτῳ παρεμποδὼν γέγονε τὸ πλῆθος τῶν ἡμετέρων κακῶν καὶ πρὸς τὴν ἔρευναν ἀποκνῆσαι τοὺς ἀπεσταλμένους πεποίηκε. 65.4 τὴν γὰρ μητέρα τὴν ἐμὴν καὶ τῶν ἄλλων ἀδελφῶν ἕνα, τῶν μὴ κατ' ἀρχὰς μεθ' ἡμῶν ληφθέντων, ἔτι δὲ καὶ τὴν τἀδελφοῦ γαμετὴν τὸ τάχος, ὅθεν ὑπῆρχον, πρὸς ἡμᾶς ἠγάγοντο· 65.5 ὁμόζυγα δὲ τὴν ἐμὴν σὺν τρισὶ νηπίοις καὶ τὴν ὑποβεβηκυῖαν κατὰ τὴν γέννησιν ἡμῶν ἀδελφὴν μετὰ καὶ ἄλλου πλήθους τῶν προσηκόντων οὔτε ἀνευρεῖν ἠθέλησαν, οὔτε δὲ ἀνευρόντες ἴσως ἀγαγεῖν πρὸς ἡμᾶς ἐβουλήθησαν, ἀλλ' ἦσαν ἄλλος ἀλλαχῇ τῷ κοινῷ πάθει καὶ ταῖς νιφάσι τῆς ἐξ ἡμῶν βαλλόμενοι διαιρέσεως. 65.6 ὅμως ἐκαρτεροῦμεν ὡς 65.6 ἐν δεινοῖς καὶ τὴν ἐξ ἀλλήλων κατατομήν, εἰ καὶ ὅτι παντὸς ἀνιαροῦ πεῖραν τὰ καθ' ἡμᾶς ὑπερέβαλλεν. 66.1 Ἤδη δὲ τοῦ πλοὸς ἄρχεσθαι μέλλουσι στρέβλας τινὰς τοῖς ποσὶ πᾶσιν ἡμῖν ἐπιθέντες οἱ βάρβαροι, οὕτως καθ' ἕνα ταῖς ναυσὶν ὥσπερ ἄψυχόν τινα διεστοίβασαν ὕλην, μὴ ἐνδιδόντες κἂν ἐλεύθερον ἀναπνεῖν τὸν ἀέρα, ἀλλὰ καὶ τοῦτον τῇ συνεχείᾳ τοῦ πνιγμοῦ συναπείργοντες. 66.2 οὕτω γὰρ ἡμᾶς ἐν ἀλλήλοις ἐπισυνῆψαν ὡς ἓν ἀδιάσπαστον ὁρᾶσθαι σῶμα τὴν πληθὺν ἅπασαν, μηδ' ὅλως διισταμένην ἢ ἀπερρηγμένην τῆς συνεχοῦς ἐκείνης πιλήσεως. 66.3 ἀλλ' ἐπειδὴ κατὰ δύσιν ὁ ἥλιος ἦν καὶ πρὸς τὸν νυκτερινὸν γνόφον ἔληγε τὸ φῶς τῆς ἡμέρας, ἐπινίκιόν τι μέλος τοῖς τε κυμβάλοις καὶ τυμπάνοις ἀποκρουσάμενοι, καὶ τὸν ὑπὲρ κεφαλῆς ἀέρα ταῖς διὰ τῶν ξιφῶν ῥιπίσεσι περιαστράψαντες, οὕτως μετὰ βαθεῖαν ἑσπέραν ἄσημόν τινα καὶ τραχὺν ἀλαλαγμὸν ἐπαφέντες καὶ τὰς ἀγκύρας τῶν νηῶν ἀνασπάσαντες τῆς γῆς ἀπεδίδρασκον. 66.4 ἦν δὲ ἀκούειν ὅπως ἡσυχῇ μόνον τὸ πλῆθος κατεστενάζομεν τῆς πατρίδος, καί πού τινα πρὸς τὸν θεὸν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς ἕκαστος ἡμῶν ἠφίει φωνήν, ὅσοις ἂν αὐτὸς βούλοιτο, παιδευτικοῖς πειρασμοῖς ὁμιλήσαντας καὶ πάλιν ἀποδοθῆναι τῇ θρεψαμένῃ καὶ μὴ εἰς τέλος ἐγκαταλειφθέντας ἀνέλπιστον ἔχειν τὴν ἐκ τῶν λυπούντων ἀπαλλαγήν. 67.1 Ὡς δὲ τοῦ πλεῖν ἤδη πρὸς ὄρθρον οὔσης τῆς νυκτὸς ἀπηρξάμεθα, εἶχε μὲν ἡμᾶς καὶ ἄλλων δυσχερῶν ἀνάγκη πολλῶν, τοῦ λιμοῦ, τῆς δίψης, τῆς συνεχείας ὁ ὑπωπιασμός (καὶ γὰρ κατὰ μόνην τὴν ναῦν ἔνθα ἦμεν ἡμεῖς ὀκτακοσίων αἰχμαλώτων ψυχῶν ἀριθμὸς ἦν, δίχα τῶν ἐν αὐτῇ βαρβάρων, διακοσίων καὶ αὐτῶν ὄντων), πρὸς τούτοις δὲ καὶ τῶν κομιδῇ νηπίων ἡ ἐλεεινὴ βοὴ μηδαμῶς δυναμένων φέρειν τῶν μοχθηρῶν τὴν ἐπίτασιν, ἀλλὰ θάνατον αὐτοῖς ἐπισπεύδουσαν ἄωρον. 67.2 πλείω δὲ πάντων ἡ κατὰ τὴν γαστέρα χρεία, ἧς οὐκ ἦν οὐδεμίαν μέθοδον ἐφευρεῖν, τῆς φυσικῆς ἀνάγκης κατεπειγούσης πρὸς τὴν διέξοδον· 67.3 τὴν γὰρ αἰδῶ τοῦ πράγματος πολλοὶ προτιμῶντες καὶ καρτερεῖν τὴν βίαν μὴ σθένοντες συχνῶς ἐκινδύνευον. 67.4 πλὴν τῆς ἡμέρας ἀρχομένης τὸν ἀγκῶνα παραπλεύσαντες τοῦ προρρηθέντος Ἐκβόλου, κατήχθημεν περὶ δείλην βαθεῖαν εἴς τινα τόπον Βολβὸν καλούμενον, ἔνθα τινὲς ἱππεῖς ἐφάνησαν ἀπὸ τῆς γῆς ἐρχόμενοι πρὸς ἡμᾶς. 67.5 οὗτοι δὲ ἦσαν οἱ καὶ πρῴην ἐν τῇ πόλει παραγενόμενοι,