1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

33

ἄνθρωπόν τινα σοφόν, ὃς τὸν τῶν ἡρώων πόλεμον ἀναγράψεται καὶ τοὺς γενναιοτάτους τούτων ὑμνήσει· προλέγει δὲ καὶ περὶ Χριστοῦ καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν γεγενημένων· καὶ μέντοι καὶ περὶ τῶν γενησομένων ἕως τῆς συντελείας, ἐν οἷς καὶ περὶ Κύπρου καὶ Ἀντιοχείας παλίμφημά τινα προφητεύει, τῆς μὲν ὡς πολέμῳ πεσουμένης καὶ μηκέτ' ἀναστησομένης, τῆς δὲ νήσου ὑποβρυχίου γενησομένης· φησὶ γάρ· Τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ' ἐροῦσιν, εὖτε κακοφροσύνῃσι τεαῖς περὶ δούρασι πίπτεις, καὶ ἑξῆς αἲ αἲ Κύπρε τάλαινα, σὲ δὲ μέγα κῦμα καλύψει ἥμασι χειμερίῃσιν ὀρινομένη τε θάλασσα. προέλαβε δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν αὕτη ἡ Σίβυλλα ἔτη δισχίλια, ἧς ἐστι καὶ τοῦτο τὸ ἔπος τὸν τίμιον σταυρὸν προμηνύον· ὦ ξύλον ὦ μακαριστόν, ὑφ' οὗ θεὸς ἐξετανύσθη. ὅτι τέταρτος ἀπὸ Ῥώμου τοῦ οἰκιστοῦ βασιλεὺς ἐν Ῥώμῃ γέγονε Ταρκύνιος Πρίσκος· γυνὴ δέ τις Ἀμάλθεια ἦλθε πρὸς αὐτὸν ἐπιφερομένη τρεῖς βίβλους, χρη σμοὺς Σιβύλλης τῆς Κυμαίας, καὶ ἐζήτει αὐτῷ δοῦναι εἰς τριάκοντα χρυσοῦς· τοῦ δὲ καταφρονήσαντος ἀγανακτήσασα ἡ γυνὴ ἔκαυσε τὸ ἓν τῶν βιβλίων, καὶ αὖθις προσελθοῦσα ἠξίου καὶ ὑπὲρ τῶν λειπομένων δύο τοὺς τριάκοντα λαβεῖν χρυσοῦς· τοῦ δ' ἔτι μᾶλλον αὐτὴν ὑπεριδόντος καὶ τὸ ἕτερον ἔκαυσε· λοιπὸν οὖν ὑπὲρ τοῦ ἑτέρου ἑνὸς τὴν αὐτὴν ἐπεζήτει τιμήν. στοχασάμενος οὖν ὁ βασιλεὺς ἀναγκαῖον αὐτὸ εἶναι τῇ βασιλείᾳ λαμβάνει δοὺς τοὺς τριάκοντα χρυσοῦς· καὶ εὑρὼν ἐν αὐτῷ τὰς Ῥωμαίων τύχας κατ' ἐξαίρετον καὶ μόνας ἐγγεγραμμένας, ἑξήκοντα πατρικίων συστήματι τὴν τούτων παρέδωκε φυλακήν. 4.48 Νώναις Μαρτίαις ὁ Βάρρων ὄρθρου τὸν στέφανον δύεσθαι λέγει καὶ πνεῖν τὸν βορρᾶν. 4.49 Εἰδοῖς Μαρτίαις ἑορτὴ ∆ιὸς διὰ τὴν μεσομηνίαν καὶ εὐχαὶ δημόσιαι ὑπὲρ τοῦ ὑγιεινὸν γενέσθαι τὸν ἐνιαυτόν. ἱεράτευον δὲ καὶ ταῦρον ἑξέτη ὑπὲρ τῶν ἐν τοῖς ὄρεσιν ἀγρῶν, ἡγουμένου τοῦ ἀρχιερέως καὶ τῶν κανηφόρων τῆς Μητρός. ἤγετο δὲ καὶ ἄν θρωπος περιβεβλημένος δοραῖς αἰγείαις, καὶ τοῦτον ἔπαιον ῥάβδοις λεπταῖς ἐπιμήκεσι Μαμούριον αὐτὸν καλοῦντες. οὗτος δὲ τεχνίτης ἐν ὁπλοποιΐᾳ γενόμενος, διὰ τὸ μὴ τὰ διοπετῆ ἀγκίλια συνεχῶς κινούμενα φθείρεσθαι, ὅμοια ἐκείνων κατεσκεύασε τῶν ἀρχετύπων· ὅθεν παροιμιάζοντες οἱ πολλοὶ ἐπὶ τοῖς τυπτομένοις διαγελῶντές φασιν, ὡς τὸν Μαμούριον αὐτῷ παίζοιεν οἱ τύπτοντες· λόγος γὰρ, καὶ αὐτὸν ἐκεῖνον Μαμούριον δυσχερῶν τινων προσπεσόντων ἐπὶ τῇ τῶν ἀρχετύπων ἀγκιλίων ἀποσχέσει τοῖς Ῥωμαίοις παιόμενον ῥάβδοις ἐκβληθῆναι τῆς πόλεως. ταύτην τὴν ἡμέραν ὁ Μητρόδωρος κακὴν παραδίδωσιν. 4.50 Ἡ πρὸ δεκαεπτὰ Καλενδῶν Ἀπριλίων ἄπρακτος. ἐν ταύτῃ τῇ ἡμέρᾳ Εὔδοξος τοὺς ἰχθύας ἀνίσχειν καὶ βορρᾶν πνεῖν παραδίδωσιν. 4.51 Λίβερ παρὰ Ῥωμαίοις ὁ ∆ιόνυσος οἱονεὶ ἐλεύθερος, τουτέστιν Ἥλιος. μυστήρια ἀπὸ τῆς στερήσεως τοῦ μύσους ἀντὶ τοῦ ἁγιωσύνης. ∆ιόνυσος, δι' ὃν ἡ νύσσα- ὁ καμπτήρ-καὶ ἡ περικύκλησις τοῦ χρόνου. Τέρπανδρός γε μὴν ὁ Λέσβιος Νύσσαν λέγει τετιθηνηκέναι τὸν ∆ιόνυσον τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ ∆ιὸς καὶ Περσεφόνης γενόμενον, εἶτα ὑπὸ τῶν Τιτάνων σπαραχθέντα. φέρεται δὲ καί τις μῦθος περὶ αὐτοῦ κατὰ τὸν Ἀπολλόδωρον, ὡς εἴη γεγονὼς ἐκ ∆ιὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης προσαγορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα καταθεμελιοῦσθαι, ἣν κατὰ συναλλαγὴν ἑνὸς στοιχείου, τοῦ σ, Σεμέλην οἱ ποιηταὶ προσηγορεύκασι. κατὰ δὲ τοὺς ποιητὰς ∆ιόνυσοι πέντε· πρῶτος ∆ιὸς καὶ Λυσιθέας, δεύτερος ὁ Νείλου, ὁ καὶ βασιλεύσας Λιβύης καὶ Αἰθιοπίας καὶ Ἀραβίας· τρίτος Καβείρου παῖς, ὅστις τῆς Ἀσίας ἐβασίλευσε, ἀφ' οὗ ἡ Καβειρικὴ τελετή· τέταρτος ὁ ∆ιὸς καὶ Σεμέλης, ᾧ τὰ Ὀρφέως μυστήρια ἐτελεῖτο, καὶ ὑφ' οὗ οἶνος ἐκεράσθη· πέμπτος ὁ Νίσου καὶ Θυώνης, ὃς κατέδειξε τριετηρίδα. καὶ ταῦτα