γευσάμενος, ἀλλ' ὑπὸ τοῦ τῶν φιλοσόφων ὑπάτου ἐξαπατώμενος καὶ ἀποβουκολούμενος τὸν κόσμον ὅλον διέφθειρεν, ὡς εἰπεῖν. Γίνεται γὰρ λιμὸς ἰσχυρός, ᾧ δὴ καὶ λοιμὸς ἐπακολουθεῖ καὶ θάνατοι, τὰ σύντροφα ταῦτα καὶ πρὸς ὄλεθρον ἀνθρώπων ἀδελφὰ καὶ ὁμότιμα. Καὶ ἔθνῃσκον καθ' ἑκάστην συχνοί, ὥστε μὴ δύνασθαι τοὺς ζῶντας ἐκφέρειν τοὺς νεκρούς, κἀν τοῖς λεγομένοις ἐμβόλοις κεῖσθαι ἀτημελήτους καὶ φοράδην κομίζεσθαι πολλούς, πολλάκις ἐν μιᾷ κλίνῃ πέντε καὶ ἓξ τιθεμένων νεκρῶν, καὶ πάντοθεν ἐπιρρέειν τὰ σκυθρωπὰ καὶ πάσης ατηφείας πληροῦσθαι τὴν βασιλεύουσαν. Τῶν δὲ καθημερινῶν ἀδικημάτων καὶ τῶν παρανόμων κριμάτων καὶ εἰσπράξεων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐπενοεῖτο, ἀλλ', ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ῥωμαίοις ἀλλοφύλου πολέμου ἢ θείας ὀργῆς ἢ τοὺς ἀνθρώπους κατατρυχούσης ἐνδείας καὶ βίας βιοτικῆς , οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά. Καὶ πᾶν προβούλευμα βασιλικὸν καὶ ἐννόημα εἰς τὸ τοὺς οἰκείους ἀδικεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν τῆς ζωῆς κατεγίνετο, ὡς καὶ ἄχρι τῶν θείων σηκῶν ἐπεκταθῆναι τὴν πλεονεξίαν αὐτῶν καὶ τὰ ἱερὰ τούτων κειμήλια καὶ ἔπιπλα ἀφελέσθαι. Οὕτω δὲ τῶν πραγμάτων διοικουμένων καὶ οὕτω τῶν τε ἐκτὸς καὶ τῶν ἐντὸς λεηλατουμένων καὶ κεραϊζομένων δυσβουλίᾳ καὶ κακότητι τῶν 172 κρατούντων, οἱ ἐν τῇ ἀνατολῇ προέχοντες, Ἀλέξανδρός τε ὁ Καβάσιλας, ὁ Στραβορωμανός, οἱ Συναδηνοί, ὁ Γουδέλιος καὶ ἡ λοιπὴ τῶν συγκλητικῶν ἀρχόντων λογάς, ἣν ἐκ πολλοῦ ἀποστασίαν ὠδίνησαν εἰς ἔργον ἐξάγουσι νῦν καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην συνελθόντες βασιλέα ἀναγορεύουσιν , Ὀκτωβρίου μηνὸς ἱσταμένου τῆς πρώτης ἐπινεμήσεως. Ὅπερ εἰς ὦτα τῷ βασιλεῖ πεσὸν οὐ μετρίως αὐτὸν διετάραξεν· ἦν γὰρ ὑπὸ πολλῶν προλεγόμενον ὡς ἔσται ποτὲ ὅτε ὑπερτερήσει τὸ Ν τοῦ Μ. Καὶ αὐτίκα τοῖς Τούρκοις ὡς οἰκείοις καὶ γνησίοις ἔγραψεν ὑπισχνούμενος καὶ δῶρα δοῦναι, εἰ μόνον συλλαβόντες αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἐξαποστείλωσιν. Ἦν δὲ ὁ Βοτανειάτης τῶν εὐπατριδῶν, ἐκ τοῦ Φωκᾶ τὸ γένος πολυπλόκως μὲν ἀλλ' ὅμως κατάγων καὶ τῶν περιωνύμων Φλαβίων, οἳ τὸ γένος ἀπὸ τῆς περιδόξου καὶ πρεσβυτέρας Ῥώμης κατῆγον, καθὼς ἡ ἀνέκαθεν παράδοσις κρατεῖ περὶ αὐτοῦ. Τρίτην δὲ ἄγοντος τοῦ Ὀκτωβρίου μηνός, μέλλοντος ἤδη τὴν βασιλικὴν πήξασθαι σκηνὴν φῶς ἀθρόον περὶ τὸν ἀέρα διεφάνη περὶ πρώτας νυκτὸς φυλακὰς μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως καὶ τῶν ἐν Βλαχέρναις ἀνακτόρων· ὃ καὶ οἰωνὸς ἀγαθὸς πᾶσιν ἔδοξεν, ὡς ἐπιφοιβάζειν τινὰς ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι τοῖς βασιλείοις. Ὡρμημένου δὲ ἤδη πρὸς τὸ Βυζάντιον ἀποστατικὴ ἑτέρα κακόνοια τὴν δύσιν περιεκλόνησε. Νικηφόρος γὰρ πρόεδρος ὁ Βρυέννιος τὴν τοῦ ∆υρραχίου δουκικὴν διέπων ἀρχὴν καὶ ταύτης παραλυθεὶς βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις ὀπαδοῖς καὶ συνεργοῖς χρησάμενος ἔξεισι μὲν ἐκεῖθεν, ἐπείγεται δὲ πρὸς Ἀδριανούπολιν. Ὁ γὰρ αὐτάδελφος αὐτοῦ Ἰωάννης τινὰς τῶν ἑσπερίωνδυνάμεων εἰς τὴν προσδοκωμένην ἐπιβουλὴν καταρτύσας, μετὰ Βαράγγων καὶ Φράγκων πλήθους πολλοῦ, τῷ ἀδελφῷ συνθέσθαι παρεσκεύασε, 173 σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα τούτου τυγχάνοντα. Καὶ πρὸ τοῦ καταλαβεῖν δὲ εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτοῦ καὶ τὴν ἀνάρρησιν προδιεγράψαντο. Ὁ δὲ βασιλεὺς μαλθακώτερον πρὸς τὰ πράγματα διακείμενος ἦν· εἰ μὴ γὰρ ἦν τούτου , εὐκόλως ἂν τὸν Βρυέννιον κατηγωνίσατο, στρατόν τε ἰδιαίτατον ἔχων, οὓς ὀνομάζουσιν ἀθανάτους, καὶ ἕτερον οὐκ ἀγεννῆ ἀπὸ συγκλύδων ἀνδρῶν συγκείμενον, καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς ἐν Ἀδριανουπόλει μὲν πρότερον, εἶτα δὲ καὶ τῷ Βρυεννίῳ αὐτῷ. Ἀλλ', ὡς εἴρηται, ῥαθυμότερον σχὼν ἐκεῖνόν τε ὕψωσε καὶ ἐκ μικροῦ μέγαν ἐποίησε καὶ ἑαυτῷ παρέσχε πράγματα. Καὶ Νικηφόρος γὰρ πρόεδρος ὁ Βασιλάκιος διάδοχος αὐτοῦ σταλείς, ἐν Θεσσαλονίκῃ