1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

33

μεταμέλειαν ἐμποιούσας μηδὲ ἑτέρας βλάβης γεννητικάς, μήτε τοῦ μέτρου πέρα χωρούσας μήτε τῶν σπουδαίων ἔργων ἡμᾶς ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας. 28 Περὶ λύπησ Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοις ἀγαθοῖς, ἔλεος δὲ λύπη ἐπὶ ἀλλοτρίοις κακοῖς.

29 Περὶ φόβου ∆ιαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον, εἰς αἰδῶ, εἰς

αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. Αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος. Αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν. Κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας. Ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας. Ἀγωνία δὲ φόβος διαπτώσεως ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν.

30 Περὶ θυμοῦ Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως

τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. ∆ιὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς καὶ ὄρεξίς ἐστιν ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. Εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἥτις καλεῖται χολὴ καὶ χόλος, καὶ μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. Μῆνις δὲ χολὴ ἐπιμένουσα ἤγουν μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. Ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ, ἔκδικος τῆς ἐπιθυμίας· ὅταν γὰρ ἐπιθυμήσωμεν πράγματος καὶ κωλυθῶμεν ὑπό τινος, θυμούμεθα κατ' αὐτοῦ ὡς ἀδικηθέντες, τοῦ λογισμοῦ δηλονότι κρίναντος ἄξιον ἀγανακτήσεως τὸ γινόμενον ἐπὶ τῶν φυλαττόντων κατὰ φύσιν τὴν οἰκείαν τάξιν. Τοῦ δὲ μὴ πειθομένου λόγῳ ἐστὶ τὸ θρεπτικὸν καὶ γεννητικὸν καὶ σφυγμικόν· καλεῖται δὲ αὐξητικὸν μὲν τὸ θρεπτικὸν καὶ γεννητικόν, ζωτικὸν δὲ τὸ σφυγμικόν. Τοῦ μὲν οὖν θρεπτικοῦ δυνάμεις εἰσὶ τέσσαρες· ἑλκτικὴ ἡ ἕλκουσα τὴν τροφήν, καθεκτικὴ ἡ κατέχουσα τὴν τροφὴν καὶ μὴ ἐῶσα αὐτὴν εὐθέως ἐκκριθῆναι, ἀλλοιωτικὴ ἡ ἀλλοιοῦσα τὴν τροφὴν εἰς τοὺς χυμούς, ἀποκριτικὴ ἡ τὸ περίττωμα διὰ τοῦ ἀφεδρῶνος ἐκκρίνουσα καὶ ἐκβάλλουσα. Χρὴ δὲ εἰδέναι, ὅτι τῶν κατὰ τὸ ζῷον δυνάμεων αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ φυσικαί, αἱ δὲ ζωτικαί. Καὶ ψυχικαὶ μὲν αἱ κατὰ προαίρεσιν ἤγουν ἡ καθ' ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις. Τῆς δὲ καθ' ὁρμὴν κινήσεώς ἐστι τό τε κατὰ τόπον μεταβατικὸν καὶ κινητικὸν ὅλου τοῦ σώματος καὶ φωνητικὸν καὶ ἀναπνευστικόν· ἐν ἡμῖν γάρ ἐστι ποιῆσαι ταῦτα καὶ μὴ ποιῆσαι. Φυσικαὶ δὲ καὶ ζωτικαὶ αἱ ἀπροαίρετοι. Καὶ φυσικαὶ μὲν ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ σπερματική, ζωτικὴ δὲ ἡ σφυγμική· αὗται γὰρ καὶ θελόντων καὶ μὴ θελόντων ἐνεργοῦσι.

31 Περὶ τοῦ φανταστικοῦ Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ

τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσει ὑποπῖπτον· ὡς ὅρασις μὲν αὐτὴ ἡ ὀπτικὴ δύναμις, ὁρατὸν δὲ τὸ ὑποπῖπτον τῇ ὁράσει, λίθος τυχὸν ἤ τι τῶν τοιούτων. Φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον, φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ' οὐδενὸς φανταστοῦ γινόμενον. Ὄργανον δὲ τοῦ φανταστικοῦ ἡ ἐμπρόσθιος κοιλία τοῦ ἐγκεφάλου.